Παῦλος, «Ὕμνος τῆς ἀγάπης» («Πρὸς Κορινθίους» Α΄ 13) - Ζbignief Preisner, «Ὕμνος τῆς ἀγάπης» - Σώτια Τσώτου (στίχοι), Κώστας Χατζῆς (μουσική), Μαρινέλλα (ἑρμηνεία), «Ἡ ἀγάπη ὅλα τὰ ὑπομένει»

[Τὸ κείμενο ἀκολουθεῖ τὴν ὀρθογραφία τῆς 28ης κριτικῆς ἔκδ. τῆς Καινῆς Διαθήκης ἀπ' τοὺς Nestle-Aland. Ὁ χωρισμὸς σὲ στίχους κ' ἡ στίξη τοῦ Θ.Α.Π. Παρουσιάζει ἐνδιαφέρον ἡ ὕπαρξη μετρικῶν δομῶν τῆς Νέας Ἑλληνικῆς μές στὸ ἀποστολικὸ κείμενο – ἴσως, ἤδη, καταγράφεται μία στροφὴ στὰ ἐντατικὰ μέτρα τῆς σύγχρονης στιχουργίας ὑποβοηθούμενη ἀπ' τὴν ἔκπτωση τῆς κλασσικῆς προσῳδίας πούχε ξεκινήσει τοὐλάχιστον ἀπ’ τὸν 4ο αἰῶνα π.Χ.]

Ἐὰν ταῖς γλώσσαις

τῶν ἀνθρώπων λαλῶ

καὶ τῶν ἀγγέλων,

ἀγάπην δὲ μή ἐχω,

γέγονα χαλκὸς ἠχῶν

ἢ κύμβαλον ἀλαλάζον.

 

Καὶ ἐὰν ἔχω προφητείαν

καὶ εἰδῶ τὰ μυστήρια πάντα

καὶ πᾶσαν τὴν γνῶσιν,..

καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν

ὥστε ὄρη μεθιστάναι,

ἀγάπην δὲ μή ἐχω,

οὐθέν εἰμι.

 

Κἂν ψωμίσω πάντα

τὰ ὑπάρχοντά μου

καὶ ἐὰν παραδῶ τὸ σῶμά μου

ἵνα καυχήσωμαι,

ἀγάπην δὲ μή ἐχω,

οὐδέν ὠφελοῦμαι.

 

Ἡ ἀγάπη

μακροθυμεῖ,

χρηστεύεται·

ἡ ἀγάπη

οὐ ζηλοῖ,

οὐ περπερεύεται,

οὐ φυσιοῦται,

οὐκ ἀσχημονεῖ,

οὐ ζητεῖ τὰ ἑαυτῆς,

οὐ παροξύνεται,

οὐ λογίζεται τὸ κακόν,

οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ –

συγχαίρει δὲ τῇ ἀληθείᾳ·

 

πάντα στέγει,

πάντα πιστεύει,

πάντα ἐλπίζει,

πάντα ὑπομένει.

 

Ἡ ἀγάπη οὐδέποτε πίπτει·

εἴτε δὲ προφητεῖαι καταργηθήσονται,

εἴτε γλῶσσαι παύσονται,

εἴτε γνῶσις καταργηθήσεται.

 

Ἐκ μέρους γὰρ γινώσκομεν

καὶ ἐκ μέρους προφητεύομεν·

 

ὅταν δὲ ἔλθῃ τὸ τέλειον,

τὸ ἐκ μέρους καταργηθήσεται.

 

Ὅτε ἤμην νήπιος,

ἐλάλουν ὡς νήπιος,

ἐφρόνουν ὡς νήπιος,

ἐλογιζόμην ὡς νήπιος·

ὅτε γέγονα ἀνήρ,

κατήργηκα τὰ τοῦ νηπίου.

 

Βλέπομεν γὰρ ἄρτι

δι’ ἐσόπτρου ἐν αἰνίγματι,

τότε δὲ πρόσωπον πρὸς πρόσωπον·

ἄρτι γινώσκω ἐκ μέρους,

τότε δὲ ἐπιγνώσομαι

καθὼς καὶ ἐπεγνώσθην. 

 

Νυνὶ δὲ μένει

πίστις, ἐλπίς, ἀγάπη –

τὰ τρία ταῦτα!

Μείζων δὲ τούτων:

 

ἡ  ἀ γ ά π η.

ρέμπραντ-απόστολος-παύλος-1661

[Ρέμπραντ. Αὐτοπροσωπογραφία ὡς ἀπόστολος Παῦλος. 1661.]

Στὶς κατηγορίες: Παραθέματα Ποιήματα
Μου αρέσει!     Κοινοποιήστε

Οἱ ἀναρτήσεις τῆς Διέλευσης στοιχειοθετημένες
ἐκδίδονται διμηνιαῖα στὶς Ἐκδόσεις τῶν Διορθώσεων.

Διαβάστε τὰ ἤδη ἐκδοθέντα τεύχη:

τ. 1   τ. 2   τ. 3   τ. 4   τ. 5   τ. 6   τ. 7   τ. 8   τ. 9  

ΕΡΓΟΓΡΑΦΙΑ

ΕΓΓΡΑΦΗΤΕ ΣΤΙΣ ΕΒΔΟΜΑΔΙΑΙΕΣ ΕΙΔΟΠΟΙΗΣΕΙΣ

Διέλευση: Προσωπικὸ ἱστολόγιο τοῦ Θεοδόση Ἀγγ. Παπαδημητρόπουλου
© 2015 Θεοδόσης Παπαδημητρόπουλος Συνεργάτης τοῦ περιοδικοῦ Διορθώσεις
-