Ἄφεση ἁμαρτιῶν ("Κατὰ Λουκᾶν" Ζ΄ 37-50)

[Κείμενο: 28η κριτικὴ ἔκδοση τῆς Καινῆς Διαθήκης ἀπ’ τοὺς Nestle-Aland (Novum Testamentum Greace, herausgegeben von Barbara Aland u.a., Deutsche Bibelgesellschaft, Stuttgart, 2012). Ἡ στίξη ἔχει ἀλλαχθῆ, ὥστε νὰ διευκολυνθῇ ἡ κατανόηση· γιὰ τὸν ἴδιο λόγο εἰσήχθησαν κ’ οἱ, ἐντὸς ἀγκυλῶν, σημειώσεις. Ἡ κατακλείδα, σκέψη προσωπική.]

Ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί,

ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.

Καὶ ἰδού γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.

Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων: «Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.» Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν: «Σίμων, ἔχω σοί τι εἰπεῖν». Ὁ δέ: «Διδάσκαλε, εἰπέ!» <Εἶπεν ὁ Ἰησοῦς:>

«Δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;» Ἀποκριθεὶς Σίμων εἶπεν: «Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.» Ὁ δὲ εἶπεν αὐτῷ: «Ὀρθῶς ἔκρινας.»

Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη: «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.»

Εἶπεν δὲ αὐτῇ: «Ἀφέωνταί σου αἱ ἁμαρτίαι.»

Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς: «Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;»

Εἶπεν δὲ πρὸς τὴν γυναῖκα: «Ἡ  π ί σ τ ι ς  σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην!»


[Δύσκολη εὐχή, πολεμική, νὰ προχωρῇς

εἰς εἰρήνην χωρίς νὰ ξεστρατίζῃς,

ὅταν τοῦ Κόσμου βρίσκωνται

τὰ μέρη πάντα σ’ ἔριδα!

 

Πῶς καὶ πότε ν’ ἀγαπήσῃς;:

 

Θέλει σοφία κρυμμέν’ ἡ ἀγάπη

ἀπ’ ὅποιον ἄξιο λόγο.]


Σάββατο τοῦ Λαζάρου.

Κυριακὴ τῶν Βαΐων.

Μεγάλη Δευτέρα.

Μεγάλη Τρίτη.

καντίνσκυ-κύκλοι-1926

[Βασσίλυ Καντίνσκυ. Μερικοὶ κύκλοι. 1926.]

 

Στὶς κατηγορίες: Παραθέματα Ποιήματα Στοχασμοί
Μου αρέσει!     Κοινοποιήστε

Οἱ ἀναρτήσεις τῆς Διέλευσης στοιχειοθετημένες
ἐκδίδονται διμηνιαῖα στὶς Ἐκδόσεις τῶν Διορθώσεων.

Διαβάστε τὰ ἤδη ἐκδοθέντα τεύχη:

τ. 1   τ. 2   τ. 3   τ. 4   τ. 5   τ. 6   τ. 7   τ. 8   τ. 9  

ΕΡΓΟΓΡΑΦΙΑ

ΕΓΓΡΑΦΗΤΕ ΣΤΙΣ ΕΒΔΟΜΑΔΙΑΙΕΣ ΕΙΔΟΠΟΙΗΣΕΙΣ

Διέλευση: Προσωπικὸ ἱστολόγιο τοῦ Θεοδόση Ἀγγ. Παπαδημητρόπουλου
© 2015 Θεοδόσης Παπαδημητρόπουλος Συνεργάτης τοῦ περιοδικοῦ Διορθώσεις
-