Ἡ ἀνάσταση τοῦ Λαζάρου («Κατὰ Ἰωάννην» ΙΑ΄ 1-46)

[Κείμενο: 28η κριτικὴ ἔκδοση τῆς Καινῆς Διαθήκης ἀπ’ τοὺς Nestle-Aland (Novum Testamentum Greace, herausgegeben von Barbara Aland u.a., Deutsche Bibelgesellschaft, Stuttgart, 2012). Ἡ στίξη ἔχει ἀλλαχθῆ, ὥστε νὰ διευκολυνθῇ ἡ κατανόηση· γιὰ τὸν ἴδιο λόγο ἔχουν εἰσαχθῆ κ’ οἱ, ἐντὸς ἀγκυλῶν, σημειώσεις. Ἡ κατακλείδα, σκέψη προσωπική.]

 

Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας;..

Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει,

ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει –

ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει,

ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.

 

Ἦν δέ τις ἀσθενῶν, Λάζαρος [<Ἐλεάζαρ=«Ὁ Θεός, βοηθός μου»] ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν [θριξ>τρίχα] αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι: «Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.» Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν: «Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.» Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.

Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς: «Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.» Λέγουσιν αὐτῷ οἱ μαθηταί: «Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;» Ἀπεκρίθη Ἰησοῦς: «Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας;.. Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει – ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»

Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς: «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.» Εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ: «Κύριε, εἰ κεκοίμηται σωθήσεται. Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.» Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ: «Λάζαρος ἀπέθανεν, καὶ χαίρω δι’ ὑμᾶς ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ’ ἄγωμεν πρὸς αὐτόν.» Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς: «Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.»

Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. Πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν: «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· <ἀλλὰ> καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.» Λέγει αὐτῇ ὁ Ἰησοῦς: «Ἀναστήσεται ὁ ἀδελφός σου.» Λέγει αὐτῷ ἡ Μάρθα: «Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Εἶπεν αὐτῇ ὁ Ἰησοῦς: «Ἐγώ εἰμι ἡ  ἀ ν ά σ τ α σ ι ς  καὶ ἡ  ζ ω ή·  ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;» Λέγει αὐτῷ: «Ναὶ κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος!»

Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα: «ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.» Ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.

Ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας λέγουσα αὐτῷ: «Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.» Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο [<ἐμβριμάομαι=«συγκινοῦμαι βαθιά»] τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν καὶ εἶπεν: «Ποῦ τεθείκατε αὐτόν;» Λέγουσιν αὐτῷ: «Κύριε, ἔρχου καὶ ἴδε.»  Έ δ ά κ ρ υ σ ε ν  ὁ Ἰησοῦς. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι: «Ἴδε πῶς ἐφίλει αὐτόν.» Τινὲς δὲ ἐξ αὐτῶν εἶπαν: «Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;»

Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. Λέγει ὁ Ἰησοῦς: «Ἄρατε τὸν λίθον!» Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα: «Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.» Λέγει αὐτῇ ὁ Ἰησοῦς: «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;» Ἦραν οὖν τὸν λίθον. Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν: «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.» Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν: «Λάζαρε,  δ ε ῦ ρ ο  ἔ ξ ω!»  Ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ [<sudarium=μαντήλι/σεντόνι] περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς: «Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.»

Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς  Φ α ρ ι σ α ί ο υ ς  καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς…

 

[Καὶ μ' ὅσα εἶπε ὁ Λάζαρος στὶς δυό του ἀδερφές,

ὄταν τὶς ξανάδε, μὰ καὶ μ' ὅσα κεῖνες καταλάβανε,

σὰν τί τὶς ἔκανε νὰ ποθήσουν: τὴν αἰώνιον ζωήν,

ἤ τὸν μέγα θάνατο;]

ντούτσιο-λάζαρος-ανάσταση-διέλευση

[Ντούτσιο. Ἡ Ἀνάσταση τοῦ Λαζάρου. 1310-11.]

 

Στὶς κατηγορίες: Παραθέματα Στοχασμοί
Μου αρέσει!     Κοινοποιήστε

Οἱ ἀναρτήσεις τῆς Διέλευσης στοιχειοθετημένες
ἐκδίδονται διμηνιαῖα στὶς Ἐκδόσεις τῶν Διορθώσεων.

Διαβάστε τὰ ἤδη ἐκδοθέντα τεύχη:

τ. 1   τ. 2   τ. 3   τ. 4   τ. 5   τ. 6   τ. 7   τ. 8   τ. 9  

ΕΡΓΟΓΡΑΦΙΑ

ΕΓΓΡΑΦΗΤΕ ΣΤΙΣ ΕΒΔΟΜΑΔΙΑΙΕΣ ΕΙΔΟΠΟΙΗΣΕΙΣ

Διέλευση: Προσωπικὸ ἱστολόγιο τοῦ Θεοδόση Ἀγγ. Παπαδημητρόπουλου
© 2015 Θεοδόσης Παπαδημητρόπουλος Συνεργάτης τοῦ περιοδικοῦ Διορθώσεις
-