Θανάσιμος ἀνταλλαγή

Ψιχίον τι τῆς γνώσεως -- τῆς δὴ νομιζομένης --
ἀντ' ἄρτου γε τῆς πίστεως -- τοῖς ὑπὲρ νοῦν καὶ φύσιν --
ἐκλέγουσι καὶ λέγουσιν ὄντας αὑτοὺς ὀλβίους·
ψιχίον, ὦ φιλαίτατοι, ὑμῖν πῶς ἀποχρήσει
τὰ ἐν τῷ βίῳ ὄρεα δοκίμως μεθιστάναι;
Τοιαῦτα δέονται πυγμῆς, ἀναπνοῆς καὶ ῥώμης·
ἀσίτητοι, ὡς ἀληθῶς, φύσει γ' ἀποθανεῖτε.

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
κδ΄ Ὀκτ. ,ΒΚϚ΄
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-