Ὁ Δάκτυλός Σου ἔσωσέ με
ἀπὸ πολλῶν καὶ πολυπραγμόνων
ἐκ νεότητός μου καὶ ἔγραψε τρίβον
ἐπὶ τοιχίου τῆς καρδίας μου τρίλεκτον
καὶ ὡδήγησέ με, καὶ διέβην τὸ κατέρυθρον
τῆς πολυφλοίσβου θαλάσσης τῶν λογισμῶν,
τῶν παθῶν, τῶν ψευδῶν, τῶν λόγων τῶν κτιστῶν,
τῆς ἐξαγγελλομένης προόδου,
τοῦ διαμαρτυρομένου γραμματείου
διὰ τἀφελῆ δικαιώματά μου
καὶ τοῦ χρέους τῶν προπατόρων
ὅτι ἄνευ νέας γραφῆς τοῦ Δακτύλου Σου
δύναταί τις μεῖναι μακρὰν τοῦ πνιγμοῦ.
Βαλτάσαρ
Ἐν κατηγορίαις: Ποιήματα
Ἀρέσκει μοι! Κοινοποιήσατε