Δέησις

Τρισόλβιε σὺ Κιβωτὲ πληρώματος τῆς Δόξης·
Βάτε σὺ ἀκατάφλεκτε τὸ Φῶς γεννῶσα φώτων·
Ῥίζα σὺ ἐξ ἐγκάτων γῆς τοῦ καταβάντος Δένδρου·
Πηγὴ τοῦ νάματος Ζωῆς διὰ φθαρτὸν τοῦ σκήνους·
Βασιλομήτωρ Εὔα σὺ Ἀδὰμ τοῦ Βασιλείου·
ἐλπὶς παντὸς τοῦ γένους μου καὶ μῆτερ Κρίσεώς μου·
δέου τῷ σῷ γεννήματι τὴν πίστιν ἐπιρρῶσαι
καὶ τὰ πολλὰ τῶν λογισμῶν οἰκείως διακρῖναι.

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Ποιήματα
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-25 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-