Πνεῦμα, Ἀγάπη, Οἰκτίρμων, Φωσφόρος, Ἀθάνατος, Μέγας.
Ἦτορ, καρδία, ψυχή, νοῦς, φωτοδόχος, θνητός.
Σῶμα, ὀμμάτια, οὔατα, μέλη, ὀστέα, ἀρθρώσεις.
Λόγος, παντὸς Ἀκουστής, Λάμψις, παντὸς Ὁρατής.
Στήσας, Κινήσας, Ἀρθρώσας, Ἐμπνεύσας, Στηρίζων, Φιλέων.
Σὰρξ φοβερῶν δεκτική, δῶμα τῷ Πόντῳ παρά.
Πρόσωπον, λόγος, ὑπόστασις, μνήμη, αἰσθήσεις, φρονήσεις.
Ἔλεγχος, Μέτρον, Κανών, Τρίβος Ζωῆς Ἐτεά.
Ἔρχεται, πίπτει, καθαίρει, φωτίζει, δοξάζει, λυτρόει.
Εὔχεται μόνος ἰδεῖν, κράζει τὸν Μόνον ἐλθεῖν.
Ζέων θερμαίνει, Φιλόψυχος πνεῖ, Φιλοσώματος στέργει.
Χάρις αἰνοῦντα θεοῖ. Δόξα καλοῦντα πληροῖ.
Κέρας τῆς Δόξης αἰτῶν ψαλτικῶς, ἀναμένει προσπίπτων.
Φαίνει τὰ βένθη ψυχῆς, σώματος αἴρει φθαρτόν.
Ἔγερσις, Πρῶτον κατέδειξας κεκοιμημένων ἐν ᾅδου.
Κρότος δεσμῶν θορυβεῖ, χαίρουσι δοῦλοι πεδῶν.
Βρόματα, πόματα, χρήματα, κτήματα, κρίματα, πάθη
αἴρονται νῦν στραυρικῶς -θάνατος: νέκυς δεθείς.
Ἵσταται πλέον Λαμπρὸς καὶ τὰ σκῦλα ἐνδόξως κρατέει·
τρόπαια νῦν τὰ δεινά, γέρας αἰῶνος σκηνοῖ.
καὶ τοὺς ὁρῶντας ἐν θρόνῳ σαπφείρου τὸν Ἄνδρα τῆς Δόξης
νῦν κασιγνήτους ποιεῖ Πνεῦμα Πατρὸς ἐν πυρί.