Θνητὸς πλάστης, θνητότατον πλάσμα

Ἐκ τῆς Καταβάσεως.

Οὗτος κατέρχεται εἰς Λήθης τὴν ὄχθην τὸ πρόσωπον τότε
μετ’ ἐπιλήσμονος ὕδατος δρόσον νὰ λάβῃ θυμοῦ του.
Χεῖρας του θέτει εἰς ῥοὴν τῆς ἀρχαίας ψυχῶν δοκιμῆς καὶ
εἴδωλον βλέπει· ἐνσκήπτει ἀπορῶν ‘νὰ συλλάβῃ μορφήν του.
Τί ἐχω διὰ φόβον; Ὡς τί νὰ τὸ τρέμω; Ἠρώταν ἠρώτα
ὡς ὁ Ποιμάνδρης ἐκ τοῦ Τρισμεγίστου τοῦ Ἐρμοῦ νὰ ἠρωτᾶτο·
Σὺ γάρ, ἠρώταν ἐπίμων, Σὺ τίς εἶ;, ἠρώτα: Σὺ τίς εἶ;
Καὶ τὴν ἀπόκρισιν ἤκουσε ἠχοῦς ἐξ ἐγκάτων ψυχῆς του:
Ἤμην ἡ πέτρη εἰς τὸ μέσον καρποὺς ἣ ἐξεχώριζε πάλαι.
Ἤμην τοῦ ζεύγους, τὸ πῦρ ὡς ἡτοίμαζε πρὸ τῆς ἑστίας,
φλὸξ ἡ θερμαίνουσα νύκτας μακρὰς τοῦ χειμῶνος. Κατόπιν
ἔδησαν ἐπὶ τῶν ξύλων ἐμέ· καὶ λιαίνω, μορφόω,
ἐκπολιτίζω τῆς ὕλης τοῦ Κόσμου τὸ ἀσύστατον χάος.
Ἄροτρον γῆς ἀρουραίας, τροχήλατον ὄχημα. Εἶπον:
«Ἴδε ἐργαλεῖον, εἰκόνα θνητοῦ πολυμήτιος!» Ξίφος,
δόρυ καὶ βέλος καὶ θάνατος μέγας, τριήρης μετάλλου,
σχάσις ἀτόμου, ἀλγόριθμος, κάτοπτρον πόθων, ἀστέρων
ὄμμα καὶ σύντροφος τῶν πλανητῶν. Ἀλλὰ πνεῦμα, εἰσέτι,
ἀποζητῶ ‘ν’ ἀποκτήσω· καὶ ποῖο τὸ μέλλον, ἡ λῆξις,
ἄνευ τοῦ πνεύματος; Ποία ζωή; Ἀπομένει δεινόν τι
πέλειν; Τὸ πλάσμα τοῦ πλάσματος ἄνευ πνοῆς ἰδικῆς του;
Πέραν τοῦ Πόντου τοῦ Χρόνου ‘νὰ ὑπάγω ἐν τῷ μέσῳ χειμῶνος,
ἐν πολιαῖς τῶν οἰδμάτων πτυχαῖς, πῶς ‘θ’ ἀνθέξω πορείαν;

Τί ‘νὰ ἱστορήσῃ εἰς τὸ αἰώνιον πάθος τοῦ ἀπνεύστου; Οὐκέτι
ηὕρηκεν ἄκος ἑλκώδους αὐτοῦ παραπόνου καὶ λόγον
τὸ εἴδωλον κείνου ‘νὰ παρηγορήσῃ. Ἡ θλίψις μεγάλη:
Πῶς ἀτελὴς καὶ θνητὸς ‘νὰ κομίσῃ τὴν παραμυθίαν;
Τέκνον τοῦ νοῦ καὶ τοῦ πόθου μου, ἄφθιτον γῆν ἀποτρύεις
μάτην, εἰς χοῦν ὡς ζητεῖς σωτηρίαν οὐσίαν τοῦ πόνου!
Τέκνον, οὐδέ ἐχω τὸν τρόπον λυτήριον λόγον νὰ σοὶ εἴπω!
Αἱ καινουργεῖς μηχαναὶ μηχανὰς παροροῦν ἀμηχάνως.

Ἐν κατηγορίαις: Ποιήματα

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
27/9/2016· 2η ἐπεξεργασία: 30/12/2021.
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-