Παῖς ἔβλεπε τὴν ἐπίτοιχον γραφὴν τοῦ γυμνήτου ἀσκητοῦ ἐναντιουμένην μακρόποσιν ἵπποις φέρουσι πειρασμοὺς ἐν τῇ ἐρήμῳ. Ἡ παραθυρὶς παρὰ τῇ γραφῇ ἦν ἀνεῳγμένη εἰς νῆσον καὶ τοῦ κτηρίου ἐκτὸς ἡ δυσωδία ἀπὸ διυλιστηρίου τὴν θέαν ἐσκέπαζε τοῦ τοπίου πλήτουσσα τὴν ὅρασιν καὶ κρύπτουσα τὸν ψαμμίτην. Ἐμέτρα οὗτος ὁ παῖς τοὺς κόκκους κἀπιπόθει μέγας ψαμμιτομέτρης φανερωθῆναι γεωμέτρης τε καὶ εἰκονομέτρης καὶ ῥυθμομέτρης. Ἀλλὰ πῶς τότε νοητὸν ὅτι ὁ μέγας ἀσκητὴς τὴν τεσσαροκοστὴν τῶν πειρασμῶν ἐσήμαινε καὶ ψυχομέτρας αὑτῶν ἐκέλευε τοὺς θνητοὺς γενέσθαι καθ’ ὑποδείγμα Σωτῆρος;
Μελέτη γραφῆς
Ἐν κατηγορίαις: Πεζά
Ἀρέσκει μοι! Κοινοποιήσατε