Μικλαγάρδη

[Μικλαγάρδη < Miklagarðr (ἀρχαιοσκανδιναυϊκόν) = Μεγαλόπολις, διὰ Κωνσταντινούπολιν Νέαν Ῥώμην.]

Πόλις μεγίστη ἵστατο Εὐρώπης καὶ Ἀσίας,
ἐν ὅλῃ τῇ Μιδγάρδῃ ἐκ θρύλων βαραγγείων –
ἐν Γαίᾳ τῆς Ἑλληνικῆς, ἐν Οἰκουμένῃ ὅλῃ.
Ἐκεῖσε, ἄνωθεν ναοῦ Δυνάμεως Κυρίου,
πολεμιστὴς δεινός — Δανὸς ἐξ ἡμισείας —
τὴν μελῳδίαν ἤκουεν ἀπὸ τοῦ κοντακίου
διὰ τὴν γέννησιν Χριστοῦ — τοῦ Λόγου καὶ Σοφίας –,
καὶ πόθος κατελάμβανε τὸν θύτην τοῖς εἰδώλοις
λουτρὸν εἰς τοὔνομα Πατρός, Υἱοῦ καὶ Παρακλήτου
λαβεῖν μετὰ παιδῶν αὑτοῦ καὶ τῆς ξουθῆς συζύγου.
Ἀλλ’ οὗτος οὐκ ἐγίνωσκεν εἰ ἄμφω ζῶντες ἦσαν.
Ἐν μνήμῃ τῶν ἀγαπητῶν, ἐν Οἴκῳ τῆς Σοφίας,
ἐν φθόγγῳ ὑμνολογικῷ, ἐν ᾄσματι Ἀγγέλῳ
Μεγαλοβούλῳ καὶ Θεῷ κἀνθρώπῳ ἐκ παρθένου,
γόνυ καθικετευτικῶς ἔκλινε προφητεύων:
Τανῦν πτωχεία σύρεται σκληρὰ ἐν τοῖς ὁρμίσκοις,
τῆς ἀπορίας βάσανος γυναῖκα καὶ παιδία
θανάτου ἐναγκαλισμῷ δίδωσιν ὑπνισθῆναι.
Ἀλλ’ ὕστερον ἐλεύσεται ὁ πλοῦτος ἐκ τῆς γαίας,
ζυγοῦ χρυσᾶ νομίσματα καὶ ὄλβος ἐμπορίων.
Ὅμως ἐκ τῆς πολλῆς τρυφῆς κάκιστα θεσπιοῦσι,
τὰ παρὰ φύσιν φήσουσιν «ἀγάπης λόγων ἔργα»
καὶ λίαν φυσιόωντες θελήσουσιν ἑταίροις
καταλεπτῶς ἐπιβαλεῖν ταὐτὰ τοῖς ἐπιλοίποις·
καὶ τότε συντριβήσονται, καὶ τότε οἱ ὁρμίσκοι
κενότεροι γενήσονται τῆς ἐποχῆς τῆς πάλαι,
ὅτε τὸ πρῶτον ἔφθασαν οἱ ἵπποι ἐκ πεδίων.




Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Ποιήματα
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-