Πολύβιος

Ἔξω ἀστέρες καὶ σκότος ἐν ἀναμονῇ φωτὸς καὶ ἡμέρας· πτηνὰ κελαδοῦσιν ἐπὶ δένδρων· κύνες καθιζάνουσι ῥάθυμοι μετὰ τόσας ὑλακὰς κατ’ ἐχθροῦ κεκρυμμένου· παρὰ ταῦτα ἀνιχνεύεται κεῖνος ἐν τεραστίοις ἀποτυπώμασιν. Ὡσεὶ γίγας περιεπάτησε πλασθεὶς ἐξ ἀναρίθμων ψυχῶν. Αὐτόματον πάλιν ἡ Ἀνθρωπίνη Ἱστορία καὶ ἀφῆκε μέγα ἴχνος. Ἀκούεται μακρόθεν: Ἕν-δύω, ἕν-δύω, ἕν-δύω, ἐπὶ γραμμῆς παραγωγῆς. Ἕκαστος ἐκεῖσε μετὰ προσωπείου: Ἕν-δύω, ἕν-δύω… Ὡς διαφυγεῖν ἐξέγερσιν, ἔθεσαν οἱ ἄνωθεν τούτους δουλεύειν ῥυθμικῶς. (Ἀλλέως…) Ἕν-δύω, ἕν-δύω

Ἔχω ὄνειρόν τι! (Πῶς γεννῶσιν ὄνειρα τἀνάστροφα ἑαυτῶν; Πῶς πλάσσουσιν ὄνειρα ἐφιάλτας;) Παραληροῦσι πλήθη -μεθύουσιν, ὁραματίζονται ἡδονὴν ἄλλης ἐποχῆς, καὶ τοπίον ἡμετέρας πατρίδος ἤρεμον, ἁπλοῦν, τερπνόν, ἀναντήχητον· τοῦτο κεῖται ἐν τῇ ἀχρόνῳ αὑτοῦ παρουσίᾳ. Πέρα κοιλάδος ἀναβαίνει καπνὸς παλαιᾶς βιομηχανικῆς ἐπαναστάσεως -«ἐξεπεράσθη» καὶ ταύτη, ἐξέπνευσεν ἐν χεροῖν κόρης.

Ἐγεννήθην πολίτης Μεγάλης Πόλεως, ἀλλὰ τῷ ὄντι πλέον σμικροτάτης κατ’ ἔκτασιν καὶ δύναμιν: μετροῦσι νῦν οἱ μὲν πολλοὶ ἐν χώρῳ, ἐγὼ δὲ μετρῶ χρόνον νῦν καὶ ἀεί, καὶ συνθλίβομαι ἐπὶ σημείου. Ἐκεῖ — ἐπὶ ξυροῦ ἀκμῆς — ὑπάρχω καὶ χωρῶ χῶρον αὐτῶν καὶ προσέτι! Ἐπλανήθην δυσμάς (ἀληθῶς οὐδέποτ’ ἐγκατέλιπον τόπον μου, ἀλλ’ ἐπλανήθην). Ἔφθασα εἰς ἑπταλόφους πολιτείας, καπιτώλια, μνημεῖα κατθανόντων πριγκίπων, ὡσεὶ καθίδρυμα προφήτου-μαχητοῦ μετὰ μυρίων ἐντολῶν καὶ μετὰ μιᾶς πνοῆς. Ἐξέπνευσεν οὗτος ἱδρύων πολιτείας.

Ἐπλανήθην ἀνατολάς. Γοητεία! Συνέλαβα ἐμαυτὸν θέλγεσθαι. Μυστήρια ἀπύθμενα ἐν ἀνθρωπορυμαγδῷ· ἅπαν ὑποτεταγμένον, ἄμορφον, ἀσπόνδυλον, προπαρασκευασθὲν μεταβῆναι πέρα ἐπέκεινα. Οἴμοι! Τόση σοφία μετὰ τόσης πτωχείας. Καὶ Δύσεως νῆες καὶ πετούμενα αὐτῆς προσαράσσονται, προσεδαφίζονται: ἐσκόρπουν θάνατον καὶ πλέον συνεμάχησαν τῷ ἐκεῖ θανάτῳ. Καὶ τὰ πτηνὰ κελαδοῦσιν ἐν ὑπαίθρῳ ἡμετέρας πατρίδος, καὶ θηρία ἐπισκέπτονταί με ἀνελλιπῶς· ὑλακτοῦσι πλέον ἀκαταλήπτως.     

Ἐν κατηγορίαις: Πεζά

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
22/12/2020· γ΄ ἐπεξεργασία: 04/12/2021· δ΄: 21/03/2022· ε': 08/02/2023· στ΄ 25/10/2024.
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-