Νυχθημερόν. Ἀενάως. Πεζοπορῶ οἰόζωνος. Τηρέω. Ὁρῶ πῶς πλησίον τάχιστα ἁμαξοστοιχίαι διέρχονται. Ἐν αἷς φορτίον μέγα: ἄνθρωποι, ἐμπορεύματα, ἐλπίδες, λόγοι, συστήματα. Ἐνίοτε σταθμεύουσιν· ἐπιβιβάζονται νέοι ἐπιβάται: βρέφη (βρέφη ἄμοιρα ὁρίζονται ὑπὸ γονέων αὐτῶν), παιδία, ἔφηβοι, νέοι (οἴμοι!, παιδία, ἔφηβοί τε καὶ νέοι πόδας στεροὺς ἔχουσι), μεσήλικες (πλέον εὐεπίφορος ἡλικία πρὸς ἐπιβίβασιν), γηραιοί (γηραιότατοι οἳ βίον ὅλον πεζοποροῦσιν, ἀλλά — διὸ λόγος πεζοπορίας αὐτοῖς ἄγνωτος — ἀπεφάσισαν προσέτι ἐπιβιβασθῆναι καὶ γίγνεσθαι πλέον ἓν μετὰ συρμοῦ). Ἐπανεκκινοῦσιν. Ἐπιταχύνουσιν. Ἀκούω μακρόθεν θόρυβον ἐκκωφαντικόν. Προχωρῶ. Φθάνω εἰς σημεῖον. Θραύσματα μύρια. Συνεχίζω πορείαν. Ἐμοὶ πόδες κάμνονται, ἀλλὰ δυσκόλως προδιδόασίν με. Ἄφοβος πρὸ γοργοῦ ὀχήματος. Μονοπάτιον αὐστηρῶς διὰ πεζοπόρους· οὐ χωρεῖ ἕτερον. Ὁδεύουσιν ἐκ παραλλήλου μηχανοκίνητα -αὐτόματα κινήσεως -ὅσα φαίνονται ὅτι προχωροῦσι γοργότερον ποδῶν μου, ἀλλὰ τῷ ὄντι μόνον θέουσιν τρηρῶς πρὸς ἀπώλειαν. Προχωρῶ οἰόζωνος, καὶ συρμὸς καὶ οἱ ἐπάνωθεν — οἱ τοῦ συρμοῦ — χαιρετίζουσί με ἐκ παραθύρου. Κράζω: Κατάβητε ἐγκαίρως! Κατάβητε εἰς ἑπομένην στάσιν… Ὅ τι ἂν εἴπωσιν ὑμῖν, εὐκόλως καταβήσεσθε, ὡς εὐκόλως ἐπεβιβάσθητε. Κατάβητε! Οὐκ ἀκούουσι. Μειδιῶσι, χαιρετίζουσι καὶ θέουσι μηχανοκινήτως! Ἐκ παραθύρου περιγελῶσι μοῖραν ἐμήν: ζῆν, προχωρεῖν, ὅτε σαρκία αὐτῶν ἓν μετὰ μετάλλου σφαγιασθήσονται. Περίλυπος οἰόζωνος ἐν περισκέμματι προσέτι προχωρῶ.
Προχωρῶ
Ἐν κατηγορίαις: Πεζά
Ἀρέσκει μοι! Κοινοποιήσατε