Συντονισμός

Λέγουσι τοῦτο: σῶμα,
ὡς ἀποθάνῃ: πτῶμα,
ἀλλὰ τὸ λέγω: δῶμα·
καὶ τοίχους του τυχθέντας
ἐκ τῶν χορδῶν τῆς λύρας.

Ἵσταμαι νῦν ἐπ’ ἄκρας
ἐρρύθμως μέλος ᾄδων,
ἵνα τὸν τόνον εὕρω
κατέναντί μου τοῖχον
παλλόμενον ἠχῆσαι.

Ἐμὴν ψυχὴν συνέχει
ἓν ὅραμα ἁρμονίας:
ἐν χώρῳ παρουσίας
ἡ μουσικὴ τῶν πάντων.

Ἐν κατηγορίαις: Ποιήματα

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
24/1/2017· 2η ἐπεξεργασία: 05/03/2021· 3η ἐπεξεργασία: 08/06/2023.
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-25 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-