ἐχώθην εἰς λαγούμιον κνεφῶδες· συνεστρέφετο ὡσεὶ ὄφις ἐν Γαίας ἐγκάτοις. Ἐβάδιζον· νοτὶς ἐπὶ τοιχίων. Ὃ ἔσταζεν ἄνωθεν, ἤρχετο ἑκατέρωθεν ἐμοῦ καὶ ἐποίει ῥυάκιον σμικρὸν διαρκῶς μεγεθυνόμενον.
Περιεπάτει ὥραν πολλήν. Αἴφνης ἐφανερώθη μέγα σπήλαιον μεθ’ ὑψηλῆς ὀροφῆς θολωτῆς. Τὸ πορφυροῦν ῥυάκιον — ὡσεὶ κύων πιστός — μὲ ἠκολούθει καταβαῖνον καὶ πλέον λιμνάζον περὶ μορφῶν κυκλωπείων: καθιδρύματα ψυχρὰ μετὰ ῥοδαλῶν παρειῶν· ἵσταντο ὀγκώδη κατὰ τὴν γνωστὴν αὐτῶν στάσιν ἐκ βιβλίων Ἱστορίας.
Τὰ ἀγάλματα ἐρόφουν ὑγρὸν ἐκ πλημυρίδος. Καρδίαι αὐτῶν ἐπάλλοντο συντιθεῖσαι μουσικὴν ἐκ τριγμῶν συμφωνίαν. Ὑπεράνω τοῦ ἀθλίου καὶ ἀδιαλείπτου ὑποκώφου ἤχου, σκοπὸς ἀντεβόα ὃς ἔφερε γαστέρα εἰς λαιμὸν ἐμοῦ τοῦ πεφρικότος. Ὅτε ἔπαυεν ἓν πέτρινον στόμα, ἤρχιζε ἕτερον ᾆσμα ξηρὸν καὶ πένθιμον:
Ὁρῶμεν ὑμετέρους ἐφιάλτας,
νέοι γινόμεθα καὶ πάλιν ζῶμεν,
ὡς σεῖς ποτίζετε ἡμᾶς ἀτερμόνως
καὶ προθύμως μετ’ αἵματος ἡδέος!
Ἀκούσας ἀπέκαμον· ἔκλαυσα· εἰσέκυψα κεφαλήν· ἐλιποθύμησα.
Ἀνέῳξα ὀφθαλμούς· ἠγέρθην· ὑπήγαγον πρὸς παράθυρον· εἶδον «καθαρτήριον» ἑπομένης ἡμέρας καλύπτον πλήρως τοπίον κ’ ἐμὲ ἐν αὐτῷ ἀναζητοῦντα ματαίως «παράδεισον»· ὅτι Φῶς καὶ Πρόσωπον οὐκ ἐώρων.