Φλογόπολις

Ὦ Πομπηία,
ὦ καιομένη,
τοῦ Βεζουβίου
ἐγίνου νύμφη·
φορεῖς ἐσθῆτα
σποδόχρωμον.

Ὦ φλογῳδία,
ὦ θρηνουμένη
καὶ τοῦ οὐρανίου
πυρὸς σὺ κόρη,
φορεῖς ζωστῆρα
φαιόχρωμον.

Ὦ τραγῳδία,
ὦ φλεγομένη,
παντὸς τοῦ βίου
ἀθλία ἀλῆτα,
φορεῖς χιτῶνα
νεκρόχρωμον.

Ἐν κατηγορίαις: Ποιήματα
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-