Ἀναμιμνησκόμενος ἀναμιμνήσκων καὶ δρώμενος δρῶν

Ἀναμιμνήσκεται· ἀναβιώνει δέμας·
στοχάζεται τὸ καθιστῶν ἑαυτὸν Σύμπαν,
τὸ κινοῦν καὶ τὸ κατέχον,
ὡς δρῶν πρόσωπον ὁρῴη δρώμενον.
Ἅλυσος Μνήμης λήγει εἰς τέρμα Πράξεως,
καὶ Πρᾶξις γεννηθεῖσα Μνήμην βεβαιοῖ,
πρόσωπον τῆς Σκηνῆς καὶ τοῦ Κόσμου
καὶ Λόγου τὸ ἀληθὲς καὶ θεατὴν
δι’ ἀναγκαίαν καὶ ἀδηρίτως τραγικὴν ἰδιοπροσωπίαν.
Καθὸ ὁπόθεν Δρᾶμα Μνῆμα, ὁπόθεν Μνῆμα Δρᾶμα.
Καθὸ Δρᾶμα τὸ Πρᾶγμα καὶ Πρᾶγμα τὸ Δρᾶμα
καὶ ἔργον τὸ Πρᾶγμα καὶ τοῦ δήμου οὐσία
καὶ μόνη περιουσία τοῦ Χρόνου ἡ Ποίησις.

Ἐν κατηγορίαις: Ποιήματα

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
04/06/2021· β΄ ἐπεξεργασία: 28/02/2023.
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-