Ἰδοὺ τὸ νέον οὖν ἀγώνισμα,
ὁ τῶν τεχνιτῶν δρόμος,
ἡ τῶν τεχνικῶν ἔκπτωσις,
ἡ τῶν ἀτέχνων καταβαράθρωσις·
ἰδοὺ ἡ τοῦ παρελθόντος ἀπομίμησις,
ἡ τῆς Ἱστορίας χάλκευσις,
ἡ τῶν παλαιῶν εἰκόνων πλαστογράφησις·
ἰδού, προσέλθετε, προσέλθετε, προσέλθετε καὶ ἴδετε
ἀναίρεσιν παρουσίας καὶ ἐπέκτασιν ἀπουσίας·
ἰδοὺ τὸ μέλλον τῶν ἀμνημόνων·
ἰδού, εἰσέλθετε, εἰσέλθετε καὶ δεσμεύθητε·
ἰδοὺ τὸ ἀνέλπιδον μέλλον ἐν τιμῇ εὐκαιρίας·
ψυχὴ παραδίδως καὶ μέλλον λαμβάνεις·
ἰδοὺ ὁ ὁρίζων τῶν γεγονότων,
ἰδοὺ τὸ ῥόφημα στιγμιαίου αἰῶνος·
προσέλθετε καὶ λάβετε καὶ προσκυνήσατε·
ἰδοὺ τὸ μέλλον ἐπὶ πλαστουργηθέντων παρελθόντος.
Ἀπομιμήσεις ἱστορημένων
Ἐν κατηγορίαις: Ποιήματα
Ἀρέσκει μοι! Κοινοποιήσατε