[Ἐν στήλῃ Μαρίας Κορνάρου Τὸ λησμονημένο νόημα τῶν Ὀλυμπιακῶν Ἀγώνων, Ἐφημερὶς Ἑστία, 28/07/2024· τὸ κείμενον ἐστάλη ἀπὸ 23/07/2024 τῇ συντάξει.]
Ἐν τῷ Ὀλυμπιακῷ Ὕμνῳ» ἀπὸ α΄ συγχρόνων Ἀγώνων ἐν Ἀθήναις (1896), ὁ ποιητὴς Κωστῆς Παλαμᾶς τοῦ Δωδεκαλόγου τοῦ Γύφτου καὶ τῆς Φλογέρας τοῦ βασιλιᾶ,ὑμνεῖ πινδαρικῷ τῷ τρόπῳ, καίτοι καθημαξευμένῳ, τῆς Δημοτικῆς, τὸν δρόμον, τὴν πάλην, τὰς ῥίψεις -ἅπαντα τῶν Ἀρχαίων, δι᾿ ὧν ἐν Ὀλυμπίᾳ τὸ πάλαι ἀπηθανατίζοντο οἱ νικηταὶ καὶ εἰρηνικῶς αἱ τῶν Ἑλληνίδων πόλεων διενέξεις καὶ ἔριδες περιωρίζοντό πως κατὰ τὴν τέλεσιν τῶν τότε Ἀγώνων. Φῶς ἐπικαλεῖται ὁ Μεσολογγίτης – φῶς κτιστὸν καὶ οὐχὶ Ἄκτιστον ὡς ὁ ἅγιος Γρηγόριος ὁ Θεσσαλονίκης καὶ αὐτὸς Παλαμᾶς, ὁ Ῥωμ-αῖος/-ῃὸς τῆς Πίστεως καὶ τοῦ Γένους στυλοβάτης –, ἀλλὰ φῶς πάντα: τοῦ τέκνου Ἀπόλλωνος φέγγον ὄρη καὶ πεδιάδας καὶ θαλάσσας ὑπ’ οὐρανίαις συσσωματώσεσι τοῦ νεφεληγερέτου πατρὸς Διός. Ἤλπιζεν ὁ στιχουργός – παρὰ τὸ κτιστὸν καὶ ἀναβιωθέν – ἀφθαρσίαν τε καὶ ἀθανασίαν τοῦ ἀρχαίου ἐν καιρῷ αὑτοῦ καὶ πλέον ἡμῶν· ἤλπιζε καὶ συνόλη ἡ κατὰ τὸν ΙΘ΄ αἰῶνα Δύσις, ἡ τῆς ἀποικιοκρατικῶς ψωμιζομένης Belle Époque, ἡ ἐπαιρομένη τῇ ἀνατροπῇ τοῦ Παλαιοῦ Καθεστῶτος, τοῦ τῶν Φράγκων βασιλέων καὶ φερομένων σεβαστοκρατόρων, ἡ τότ’ ἐθέλουσα ἑορτάζειν πόρρω πολέμων ἐν ὀλυμπίῳ ῥωμαντικῇ ἀταραξίᾳ τὴν νεοσύστατον κοινωνίαν τῶν Ἐθνῶν, τὴν ἔπειτα καὶ τύποις θεσμοθετηθεῖσαν.
Ὅμως, πάντα ματαιότης τὰ ἀνθρώπινα· ἦλθον πόλεμοι, διαψεύσεις, ἦλθον χρόνοι δίσεχτοι καὶ μῆνες ὠργισμένοι διὰ τὰ ἔθνη-κράτη τῆς Δύσεως, τὰ θάλλοντα πρὸ δύο αἰώνων καὶ νῦν τρέφοντα – ἀκουσίως μὲν ὑπὸ λαῶν, ἑκουσίως δὲ ὑπ’ ἀρχουσῶν τάξεων – αἵματι τὸν βουρκόλακαν τῆς παγκοσμιοποιήσεως καὶ τῆς «παλαιοΝέας» Τάξεως. Ἡ τότε μὲν «τάξις» ἐδόκει ἐθνικὰ σύνορα, ἡ ἕως προσφάτως δὲ «τάξις» ἐδόκει διεθνικῶς τροχονομούμενα καραβάνια ἀνθρωπομαζῶν. «Tάξεις» ἀδιαλείπτως δοκοῦσιν, ἀλλ’ οὐκ ἔστι πᾶσα δόκησις ἅμα τε καὶ δόγμα… Ὁ ἀόρατος ἐχθρὸς καὶ οἱ ὑγειονομικοὶ ἀποκλεισμοὶ μετέθηκαν ἐσχάτως καὶ τὴν τῶν Ἀγώνων διεξαγωγήν -κατὰ τὸν Β΄ Παγκόσμιον Πόλεμον δὶς κατελύθησαν «ὁρατοῖς ἐχθροῖς», πῶς γὰρ οὐ «ἀοράτῳ» καὶ περιφάντῳ παγκολίνῳ; Διὸ καὶ τὸ ἐρωτηματικὸν μετὰ τὸ ἀθάνατον.
Τὸ «πνεῦμα» τῶν Ἀγώνων καὶ τοῦ ὅλου καθιδρύματος ἠνάγκαζεν ἕως καὶ Νίκου Γκάλη ἀπολογήσασθαι περὶ τῆς αὐτοῦ ἀκριβοῦς καὶ εἰλικρινοῦς κατονομασίας τῶν «ὀδοιπορικῶν» (1981), τουτέστι τῶν τεχνηέντως «παρονομασθέντων» χορηγιῶν, ἵνα στηριχθῇ τὸ μύθευμα περὶ οἰκονομικῶς «ἀμώμου» καὶ τάχα ἐρασιτεχνικῆς καὶ μὴ ἐπαγγελματικῆς συμμετοχῆς τῶν ἀθλητῶν ἐν ταῖς διοργανώσεσιν. Ἀπὸ τοῦ 1984 ἐν Πόλει τῶν Ἀγγέλων καὶ ἰδίως ἀπὸ τοῦ 1992 καὶ τῆς καλοθοσφαιριστικῆς Ὀνειρικῆς Ὁμάδος τὰ χρηματικὰ ὄνειρα καὶ τὸ φιλάργυρον κατέλαβον ἀνερυθριάστως θέσιν οἱονεὶ πανάθλου! Τὸ δὲ φῶς τοῦ Ὕμνου κατέληξε… φωταδιστικὸν ἡμίφως τῆς διαφημίσεως τῶν ἐπικειμένων ἐν Παρισίοις Ἀγώνων, ὅπου πυροτεχνουργός (;) ἢ ἐργάτης ἐν ὀρυχείοις κατωτάτοις (;) ἢ dictateur ἐκ τοῦ Πολέμου τῶν Ἄστρων (;) ἤ… προαναγγέλλει ὅτι vous n’avez encore rien vu· πλεῖστα τῷ ὄντι οὔπω ἑωράκαμεν, ἔχομεν εἰσέτι πάμπλειστα ἰδεῖν ἀπὸ Νοτίου Ἀφρικῆς ἕως Ἐσθονίας τε καὶ Φιλλανδίας καὶ ἀπὸ Αὐστραλίας ἕως Βλαδιβοστόκ, πυρικαύστως!.. Ἐν παρατηρήσει διαπιστοῦται εὐκόπως ὅτι τὰ γραφικὰ παράγωγα τῆς δυσωνύμου «τεχνητῆς νοημοσύνης» – τἀνακυκλοῦντα ἀλγοριθμικῶς ἐργασίαν ὑπερ-αλγοριθμικῶν ὑποστάσεων μετὰ ψυχῆς τε καὶ σώματος — ἔχουσιν ὅμοιον τῇ διαφημίσει ζοφῶδες ὕφος. Ὅθεν καὶ τὸ ἐρωτηματικὸν μετὰ τὸ πνεῦμα.
Θνητὸς ζητεῖ ἀθανασίαν – ἀπαιτεῖ, εἰ καὶ ἀνομολογήτως – καὶ ἐρευνᾷ εὑρεῖν πνεῦμα διακριτὸν τῆς βιωτικῆς ἐμπειρίας, διὸ καὶ ἄγεται ἀδηρίτως εἰς ἀρχὴν βουλόμενος τὴν Ἀρχὴν ψαῦσαι· ἀλλὰ τὰ τῆς Ἀρχῆς οὐκ εἰσὶ κατηγορίαι τῆς οὐσίας αὐτοῦ· μόνον ἄρρητα ῥήματα λέγουσι τὸ ὑπέρλογον. Νουνεχὴς γινώσκει τὸ σαφὲς καὶ σὺν αὐτῷ αἱ κοινωνίαι ἐν καιροῖς ἀληθοῦς ἀκμῆς. Ἡ Ἀρχαιότης ἐδόξασε τἀνθρώπειον, ἀλλὰ τοῦτο οὐκ ἐταυτίσθη τὸν σύμπαντα κόσμον. Ἐν χρόνοις παρακμῆς ζητεῖται ἡ Ἀρχὴ ἀποκλειστικῶς καὶ μανικῶς ἐν ταὐτῷ τῷ ζητοῦντι, ἐπεὶ ἄνθρωπος λησμονεῖ τοῦ πέριξ αὑτοῦ καὶ τοῦ πρὸ αὑτοῦ καὶ τοῦ μεθ’ αὑτὸν καὶ ματαιοπονεῖ στερεῶσαι τὰ σύμπαντα ἐπὶ βελονοειδοῦς ὑπεραιρέσεως αὑτοῦ. Τότε τὸ ὑπερφυσιώμενον ἐκρήγνυται· «μεγάλη ἐπανεκκίνησις» ἐπισυμβαίνει· τὰ πλήθη οἴονται εὑρεῖν τὴν Ἀρχήν, ἐν ᾧ εἰς ἀρχὴν τοῦ Κάιν καὶ τοῦ Ἄβελ ἐπανῆλθον -οἱ ἄφρονες! Οὔκουν ἐρωτηματικὸν καὶ μετὰ τὸ ἀρχαῖον;..
