Ἐγγὺς τοῦ Ἀρκτικοῦ

Κἀκεῖ, ἐν ἀπωτάτοις, ᾧ τῆς θαλάσσης ἡ ἐνέργεια πορεύεται προσπίπτουσα, — ἀλαξσξάκ, ἀλαξσξάκ ἔκραζον τὰ χείλη τῶν ὑποδούλων Ἀλεουτῶν –, κἀκεῖ τὸ ἥσυχον σχῆμα τῶν ἐπιγόνων τοῦ Γένους τὴν γνῶσιν ἔφερεν τὴν θεοπτικὴν τοῦ Πολίτου, τὴν γνῶσιν τῆς ἀκτῖδος ἐκ τῆς ἀκτίστου ἐνεργείας. Ἡ ἡσυχία ταράσσεται ἐπὶ γενεθλίου γαίας, ἀλλὰ μεταπεφυτευμένη πω θάλλει λαμπροτάτη καὶ ὁ μίσχος τῷ σέλαϊ ἐν Πνεύματι συμπλέκεται. Οὐδὲν ἀπόλλυται Τούτου -οὐδέν! Οὗτος ὅπου θέλει πνεῖ καὶ τὰ ριζικὰ τῶν πόων ἐν τούνδρᾳ ἐγείρει μέγιστα δένδρα καὶ τοὺς ἀλλογενεῖς καθίστησι γρηγορίους.

Ἐν κατηγορίαις: Πεζά
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-