Ἐννεάπτυχον

Λάζαρος

Πρόδρομος ἔφθασε εἰς ᾍδου, ἀπόδρομος ἔφυγεν ᾍδου·
οὗτος διῆλθε κλειδῶν, ἅτινας ῥήξων Σωτὴρ

λύσει τὰς πεπεδημένων ὀδύνας καὶ φῶς κομιέει
σκότῳ ἐν νεκυίαις δομαῖς, ὅπου νῦν «δεῦρο» ἀντηχεῖ.

Χριστοφόρος

Ὄνος προβαίνει καὶ ὑπάγει σιγῶσα· φορτίον της μέγα.
Φόβον ἐκ τοῦ ὄχλου ἀγνοεῖ, ἔργον της μόνον νοεῖ·

φέρει ναὸν ἐκ σαρκὸς διὰ θεῖον, ἀείροντα ἀείρει,
ἄλογος Λόγον τηρεῖ, ὄνος φορεῖ τὸν Ἀμνόν.

Ὁ πλήρης

Πρῶτον μὲν κένωσις, εἶτα ταπείνωσις, τρίτον θυσία.
Εἰ ὄρεα ᾖρεν ἐκ γῆς, ἔρριπτε ἂν μέσον ἁλός.

Ξύλον ἐπέλεξεν, γόνιμον δένδρον Ζωῆς κατεστάθη.
Τοῦτος ὁ τρόπος αὐτοῦ -θλίψεως τρίβος στενή.

Ἔλαιον

δι’ ἔλεον λάβετε εἰρήνης τε καὶ αἴνου θυσίαν Νυμφίῳ·
λάβετε πίστιν λαμπράν, λάβετε φλόγα ἐν ψυχῇ,

λάβετε ζέσιν καρδίας καθόλης καὶ πνεύματος ἶνα,
λάβετε ἐλπίδα ζωῆς, λάβετε ἀκτῖνα Φωτός.

Ὅτι ἠγάπησεν πολύ

σέσωσται αὐτή. Ὅτι ἡγάπησεν Οὗτος τὸ ποίημα σφόδρα,
σέσωκε στίχους θνητῶν, ᾖρε ἁμαρτίας στροφῶν,

μέλος κακὸν τοῦ θανάτου κατέλυσε, μύρον
τάφου ἀλειφθείς, ζωῆς Οὗτος ἀνέστη ἀοιδός.

Παρρησία

Οὗτος τὸν κόσμον νενίκηκεν, Οὗτος λελάληκε κόσμῳ
ἐν παρρησίᾳ· οὐθὲν τούτου ῥηθὲν καὶ κρυπτόν·

ἐν ἐξωτάτοις τὰ ἐσώτατα· πάλιν ἐξώτατα εἰς καρδίας
οἴκον ἐσώτατα ἐλθῇ, πᾶσιν αἰῶνος φανῇ.

Ματαιότης ματαιοτήτων

Ὁ βασιλεὺς Ἰσραὴλ τοῦ καινοῦ ἐπιγραφὴν τῶν ματαίων
δέχεται ἐπὶ κεφαλῆς. Τῷ ὄντι ἐπεγράφη τὸ ὀρθόν,

καίτοι ματαιοφρονοῦντες τοῦ ἐτύμου τὸ γράμμα ἀγνοοῦσι·
κράτους, ἰσχύος, φυλῆς ἔθεσαν Δόξαν ὑπό.

Ἐπιταγὴ Ἀναστάσεως

Ἄρατε νῦν χλιαρότητα λόγων, τὰ μὲν καὶ τὰ δὲ καὶ τὰ μέντοι
ἀμφιβαλλόντων θνητῶν. Νῦν καταφάσκετε Τῷ,

Ὅστις ἀπόφατον — πλήρως — μυστήριον μένει, τὴν Χάριν
ἀξιωθῆναι λαμπρῶς. Λέγετε ἀνέστη Χριστός!

Τελείωσις

Δόξης τὸ Σῶμα ἐν τῷ μέσῳ καὶ Φάους Εἰκὼν ἑστηκυῖα·
πλήρης, τελεία, σεπτή, ἄφθορος, Σὰρξ ἰσχυρά·

εὔοσμος, εὔλογος, εὔσχημος, εὔβουλος, πάντων Ἀγάπη·
ἄνθρωπος νῦν δοξασθείς, ὄντως φεγγάρχης Θεός.

Στὶς κατηγορίες: Ἐλεγεῖα Ποιήματα
Μου αρέσει!     Κοινοποιήστε
-