Ἐξαφανίσεις

Προφητεύουσι πανταχόθεν δῆθεν μετὰ θλίψεως ἐξαφανίσεις φυτῶν καὶ ζῴων -προγινώσκουσιν ἕτερα ἀποκαλυπτικά -πάντα ἔχει ἀπήχησιν τοιαύτη «Ἀποκάλυψις» -καὶ ἐν 1000, καὶ ἐν 2000, καὶ ἐν 3000 ποιήσει πάταγον, ὅτι ἄνθρωποι νοοῦσι Κόσμον ὡσεὶ κάτοπτρον καὶ οὐχί ὡς ἕδραν, μήτραν καὶ ἀγκάλην, κ’ ἐν αὐτῷ διακρίνουσιν ἐπ’ ἴσης παραισθήσεις: ἴδιον πλέον θάνατον ἐπὶ Κόσμου ὡσεὶ τοῦ Κόσμου ὁλοκλήρου -ἀλλέως: ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων, ὡς ἔλεγεν Σαμψὼν Παλαιᾶς Διαθήκης μετὰ νεοαποκτηθείσης κόμης, ἀλλ’ Σαμψὼν γενναῖος. Ἐπίκεινται λοιπὸν «τρομερὰ καὶ φοβερά»… Διαβεβαιοῦσιν ἡμῖν πολλὰς ἐξαφανίσεις καταφθάνειν ἀθέλητας. Ὅμως, ηὐλογημένος ὅστις αἴφνης ἐξαφανίζεται, ὅτι μόνον οὕτως ἠθέλησε. Μακάριος ὅστις εἰς ἄκραν τίθησι πᾶσαν ἐπιδίωξιν αὐτοῦ καὶ γίνεται… ἄφαντος! Οὔτε ἐκ παραιτήσεως οὔτε ἐκ δειλίας. Οὗτος κατανοεῖ πότε δέον λιπεῖν καὶ ἀποστρέψαι πρόσωπον. Προγινώσκει ἐπερχόμενον ναυάγιον, ὅτι οὐκ εἰσηκούσθη. Δυσωδία ἔρχεται μακρόθεν, καὶ μόνον ἄρωμα «ἐξωτικὸν» ἡ δύναμις αὐτοῦ φυγεῖν, ἀπαρνήσασθαι προσέτι ἀρίστην προθέσεων, ὅταν μόνον προθέσεις αὗται ἐν δίνῃ ἀνέμων! Ηὐλογημένος οὗτος, μακάριος κ’ εὐφυής! Κ’ ἐξόχως σκληρός, καθὸ προορᾷ καταστροφήν· ἀλλ’ οὐ ἁπλώσει χεῖρα βοηθείας· οὐ γὰρ ἐζητήθη, ὅτι ἐθέλουσι πάντοτε βοήθειαν κατὰ τὰ μέτρα αὐτῶν. Τότε, εὐδαίμων ὅστις πέτραν ὀπίσω αὐτοῦ ῥίπτει καὶ τινάσσει κόνιν ἐξ ὑποδημάτων αὐτοῦ -οὔτε πέτρα ῥιφθεῖσα μενεῖ -ἐξαφανίσεται -γενήσεται ἐν χρόνῳ τρίμματα, πλησίον περιτριμμάτων. Οὗτος οὐδέποτε ἡγεμονεύσει ἐν Κόσμῳ. Ἐστα΄ύρωσαν γὰρ Θεὸν καὶ Ἔσχατον Ἀδάμ, ὅτε αὐτὸ παράδειγμα ἔδωκε. Ἀλλὰ κατόπιν ἐξαφανίσεως αὐτοβούλου ἡγεμονεύσει οὗτος τὸν ἴδιον βίον ἄριστα.

Στὶς κατηγορίες: Πεζά

Θεοδόσης Ἀγγ. Παπαδημητρόπουλος
08/12/2018· β΄ ἐπεξεργασία: 27/10/2019· γ΄: 21/11/2019· δ΄: 02/12/2020· ε΄: 19/01/2022.
Μου αρέσει!     Κοινοποιήστε
-