Ἐκ πύργου Τευτονίας βρέφος Ἑσπερίαν ἐπέβλεψα· ἦν νεφελῶδες τοπίον, ἤμην ἐν Ρωμαίου πατρός μου ἀγκάλῃ· ἦν ἐκτενὲς πεδίον εὐθύ, ἤμην ἤδη ἀφιερωθεὶς τῇ μαρμαρυγῇ τῶν μεσογείων οἰδμάτων· ἤκουον τὰς συγχορδίας ἐκ Λατινικῆς νεκρωσίμου ἀκολουθίας, ἀνέμενον ἀποταγὴν τοῦ ἐχθροῦ ἐν βαπτίσει κατὰ γλῶσσαν Εὐαγγελίου, κατʹ Ἑλληνίδα τροφόν μου. Ἐπαιδεύθην λόγον Φαύστου ἀναγινώσκειν, ἡσυχίαν ἐν δαμασκηναῖς διατριβαῖς ἠξιώθην. Ἐκ πύργου Τευτονίας εἶδον βρέφος μέλλον τῆς ἐκεῖ νεφέλης καὶ ἐσκίρτησε καρδία διὰ φάος ἠελίοιο ἐπὶ πετρίνης ἐλαιοφύτου κλειτύος. Ἐπανῆλθον καταβαίνων εἰς ῥίζαν ψυχῆς μου, ἐκραταιώθην ἐν χοῒ γενεᾶς μου. Διέφυγον πύργον, διέφυγον δεσμὰ ὑπογείων. Ὁ Ἀλβέριχος οὐδέποτε δακτυλίδιον κατὰ μέτρον δακτύλων μου ἐχάλκευσεν.
Ἐπαναπάτρισις
Στὶς κατηγορίες: Ποιήματα
Μου αρέσει! Κοινοποιήστε