Α΄
Ἀποστολὴ παρόμοιος τῇ πρὸ ὀγδοήκοντα ἐτῶν ἐπὶ δύο ἰαπωνικῶν πόλεων. Τότε κυβέρνησις μόνη ἐνέτειλεν ἐπίθεσιν μετὰ καινουργοῦς ἀτομικῆς βόμβας. Νῦν πᾶσαι κυβερνήσεις συγκατετέθησαν εἰς δόλιον ἐπίθεσιν κατὰ ἰδίων λαῶν. Ἄνευ ἀνθρώπου χειριστοῦ τὸ σκάφος προβολῶν τε καὶ κατεδαφίσεων ἀνῆλθεν εἰς αἰθέρας. Ἐπὶ πάσης πόλεως προέβαλλε ὁλογραμμικὰς ἀπεικονίσεις φανταστικῶν διαστημοπλοίων δῆθεν ἐξωγηίνου τεχνολογίας. Ἐν μέσῳ ὁλογραμμάτων, κρυφίως, ἔπληττε ἐν ταυτῷ μετὰ θερμοπυρηνικῶν ὅπλων. Πλέον τὰ πλήθη ὡμονόησαν καὶ ἐδέχθησαν κυβέρνησιν μίαν παγκόσμιον ὑφʹ ἑνὸς διοικουμένην. Κυβέρνησις μία καὶ πλανήτης ὁλόκληρος κατὰ κοινοῦ ἐχθροῦ. Καθὸ ὅμως τῷ ὄντι ἀνύπαρκτος ὁ ἔξωθεν ἐχθρός, δέων ἕτερος ἔσωθεν. Οὕτως λοιπὸν κατωρθώθη ταχυδακτυλουργικῶς ἀπομείωσις γενναία τοῦ παγκοσμίου πληθυσμοῦ, καὶ ἐπίπεδα διοξειδίου τοῦ ἄνθρακος ἐπανῆλθον εἰς προτερέαν κατάστασιν. Ἀλλὰ «παραδόξως» ἀπεδείχθη οὐκ ἀνθρωπογενὴς ἡ κλιματικὴ ἀλλαγή…
Β΄
Αἴφνης ἐξῶσται ἐπισφαλεῖς ἐγένοντο, ἀεροσκάφη ἔπιπτον, σιδηρόδρομοι ἐξετροχιάζοντο, χημικαὶ οὐσίαι εἰς ἀτμόσφαιραν ἠλευθεροῦντο, ἀθληταὶ ἐπὶ γηπέδου ἐξεψύχον, ἐπώνυμοι ὁδηγοῦντες ἀπέθνῃσκον, παρουσιασταὶ ἐπὶ ὀθόνης κατεκρημνίζοντο, ἰατροὶ παρέλυον, καρδίαι παιδίων συνετρίβοντο, ἐπίτροποι μηνύματα συλλυπητήρια διʹ ἀπελευθέρωσιν χώρου ἀποθηκευτικοῦ νυχθημερὸν διέγραφον.
Γ΄
Ἤγειραν υἱὸν τρηρὸν Ταρτάρου ζοφώδους· συνετονίσθη Μήτηρ Γαῖα· χοροιτυπίαι ἕσποντο κτηρίων, ἀνυψώσεις διάτοναι κοιλάδων, κατακρημνίσεις σύῤῥυθμαι λόφων ἐλαιοφύτων. Δαιδαλέαι τέχναι ἕδραν εὑρετῶν σφετέρων πλέον ὑβριστικῶς ὀχλοῦσι, καὶ πλήθη περίτρομα ζητοῦσι τοὔγκλημα ἐπιγείων ἀρχόντων ἐν Οὐρανοῖς εὑρεῖν…
Δ΄
Ἔγραφεν ἔσχατος ἐπαναστάτης: Ὅτε ἐκριζώσουσι δύναμιν ἁπλοῦ πολίτου «συνωμοσιολογεῖν» («συνωμοσιολογία» γὰρ ἀνοικείως λεγόμενος ὁ τῆς ἀρχῆς ἔλεγχος πέρα στοιχείων, ἃ κυρωθέντα ὑπ’ ἐλεγχομένων ἀρχῶν εἰσί), αὐτόχρημα ἀφαιρήσουσι τούτου ἱκανότητα ἁρμόττειν γεγονότα καὶ ἀνασύρειν εὐθύνας ἀρχόντων κεκρυμμένας, τοῦτ’ ἔστιν ὅλως δουλώσουσι τοῦτον καὶ ὂν ἄκριτον ὡσεὶ ζῷον οἰκόσιτον καταστήσουσι.
Ε΄
Οἰάκισμα κλίματος ἐμηχανῶντο, ὅτε χειμὼν δριμὺς ἀνεμένετο καὶ ἀποθέματα ἐνεργειακὰ πρὸς θέρμανσιν ἐξαντλεῖσθαι ἔμελλον. Ὅθεν ἄστατος καιρὸς μετὰ ξηρασίας τε καὶ ὑετῶν σφοδροτάτων ἐμάστιζε χώραν. Ἐπροτίμων γὰρ ἀγορασθέντος ὀρυκτοῦ καυσίμου, ὅτι κεῖνο μετὰ πολέμους συνεχεῖς πολύτιμον ἦν, σφετέρων γεωργῶν βασάνους.
Στ΄
Ἅπαντα ἐπεχείρησαν οὗτοι καὶ ἀπέτυχον ἐν ἅπασι. Διὸ δῆμοι τούτοις πιστεύειν ἔπαυσαν. Ἐσχάτη ἐλπὶς ἀπέμεινε μεθοδεύειν αὐτὴν ταύτην ἀντίδρασιν πολλῶν. Ἐπεδίωξαν οὖν σφετέρους ἀντιδράσεων ἡγέτας ἀνακηρῦξαι καὶ ἐν καιρῷ κείνας διὰ προδοσίας τε καὶ ἀπάτης καταλύσειν. Πλήθη ἀγόμενα καὶ φερόμενα ὑπὸ ἀπατεώνων προσέτι λόγον ἐλεγκτικὸν παρέδωκαν καὶ διπλῇ ἐπαγιδεύθησαν.
Ζ΄
Ηὐθύνθησαν πλέον φρικτῶν ἀπὸ Γʹ Παγκοσμίου Πολέμου, ὡς συμμετεῖχον διεθνῶν ἀνακτοβουλίων πρὸς παρασκευὴν Δʹ. Ὅμως ἔκρηξις ἀεροστοιχίας καὶ θάνατος ἀθῴων ἔβλαψεν αὐτοὺς σφοδρότερον, ὅτι ἡττήθησαν ἐν πράγματι κατʹ ἐξοχὴν ὑπʹ αὐτῶν ἐλεγχομένῳ, ἐν θεάματί τε καὶ εἰκόνι.
Η΄
Συμβάντα μὲν ἀσύνδετα ὠνόμαζον τὰ πλέον συνδεδεμένα, πρεσβείας δὲ ἄσχετας ἔλεγον τὰς πλέον σχετικάς. Ἕως ὅτου ἅπαντος ἀπεκαλυφθήσαν συνδέσεις τε καὶ σχέσεις· ἔκτοτε διεκήρυσσον ὡς ἰδίας ἀποκαλύψεις τὰ πρὸ ὀλίγου ὑπ’ αὐτῶν κεκρυμμένα.
Θ΄
Παίδων θεάματά τε καὶ παίγνια πονηρῶς ἐξεμαύλισαν προάγοντες κρύφια ἐπιθυμιῶν πρῶτον μετὰ προσωπείου δράκοντος, εἶτα μετὰ λαλιᾶς μειλιχίας. Οὕτω πολῖται μέλλοντες ἐξῳκειοῦντο δυναστῶν εἰκόνι καὶ ἐπιδιωγμοῖς.