Ἐσωτερικὴ Γεωμετρία

Οὐκ ἠδύνατο ἐκφράσαι λύπην αὐτοῦ, ὅτι ἦν βαθυτάτη καὶ ἀνομολόγητος οὐχὶ ἕνεκα ἐλλιποῦς θελήσεως ἢ ἀστόχου διατυπώσεως· γλῶσσα αὐτὴ αὕτη οὐκ παρεῖχε αὐτῷ ὄργανον ἐκφράσεως! Αἱ λέξεις ἀνεπαρκεῖς ἀνέβαινον ὡσεὶ ἄκαμπται κλαγγαὶ εἰς συνείδησιν αὐτοῦ, ὡσεὶ ἦχοι καὶ ἔννοιαι ἀκατάλληλοι δι’ αἴσθησιν λεπτοφυῆ ἣ διακατεῖχεν αὐτὸν καὶ ἐδυνάστευε.

Αἴφνης ἐσκέφθη ἀρχαίαν ῥῆσιν ἐπιστημονικοῦ αὐτοῦ προπάτορος: Τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ: πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον· εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή· τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος. Καίτοι εἶχε τρία ἀγαθὰ μοίρας καὶ ἐγεωμέτρει ὁμοίως ἀρχαίου, κενὸν δυσαναπλήρωτον παρέμενε καὶ κρημνῶδες.

Ἐμιμνήσκετο πορείαν ἕως τοῦδε. Ἔλεγον αὐτῷ: «Μάθε πειθαρχεῖν!» καὶ ἔμαθε. «Μάθε ἐντέλλειν!» καὶ ἔμαθεν. Ἕως ὅτου ἐγεωμέτρησε ψυχὴν αὐτοῦ:

Πᾶσα ἕλξις καθίστατο κύκλος· πᾶν πένθος εὐθεῖα ἐπ’ ἄπειρον ἐκτεινομένη· ἐπὶ πάσης τεθλασμένης κατέτρωγεν αὐτὸν ἄλγος δυσθεώρητον.

Χαώδης διαπίστωσις ἐξυφάνη εἰς ἀκρώρειαν συνειδήσεως:

Ἀγάπη ἐστι ἧς μέρος οὐθέν.

Ἐδάκρυσε· ἦν εὐσυγκίνητος. Ἐμνήσθη ἕτερα. Ἔκλαυσε καί, ὡς ἥρπαξε κρυσταλλωμένον αὐτοῦ δάκρυόν, διέγνω συνταρακτικὴν ἀλήθειαν: Δάκρυον ἦν συμμετρικόν, σχήματος  κανονικοῦ, ἰδιαζούσης εὐμορφίας.

Τοῦτο ἐπ’ ἴσης ἔκρυπτε ψιχίον ψυχῆς αὐτοῦ.

Ἐν κατηγορίαις: Πεζά

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
24/02/2015· β΄ ἐπεξεργασία: 11/01/2020· γ΄: 13/02/2023.
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-