Ἠέλιοι

Ἕλληνες ἥλιον ἅρματος ὁδηγητῆρα νοοῦσιν,
ὃς ἀνατέλλων λαμπρὸς ἕσπερον φθάνει θεόν.

Αἴγυπτος Ἄμμωνα Ῥὰ ἐπιπλέοντα αἰθέρος γινώσκει,
ὃς διὰ πόντου οὐρανοῦ τάρταρον ὅρμον τηρεῖ.

Ἄναξ Σινῶν ἀπειλέει ἠελίοιο δράκοντας κτεῖναι,
ὃς μετ’ αὐτῶν τὴν ροὴν χρόνου φθορέως μετρεῖ.

Νῦν ἐν τῷ πόντῳ ἐλαιῶν φαεσφόρος ἀστὴρ διαπλέει,
ὃς τὴν καρδίαν ἐμὴν τέγγει ἐν τῷ πάχει σαρκὸς

ἕτερον Φάος προσδέχεσθαι ἐντὸς καταβάτην καὶ Λόγον,
ὃς ἐν ταῖς ᾍδου σκηναῖς νέκυν ψυχῆς ἀναστῇ.

Ἐν κατηγορίαις: Ἐλεγεῖα Ποιήματα
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-25 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-