Ἡμῶν τῶν θνητῶν ἡ ἀπορία

Ἡμεῖς ποίαν συνούλωσιν, ἡμεῖς ποίαν ἀνάγκην,
τίνα ἔξω τοῦ μνήματος, τίνα εἰς ἀφθαρσίαν
καὶ εἰς ζωὴν αἰώνιον καὶ εἰς ἀθανασίαν;
Οὐδεὶς ἡμῶν οὐδένα.

Παντῇ καὶ πάντα καὶ παντοῦ μόνον ὁ Μόνος Οὗτος,
τὸ ἅπαν ἐπουλοῖ Αὐτός, τὸ ἅπαν ἀφθαρτίζει,
Αὐτὸς ζωοδοτεῖ τὸ πᾶν, ἀθανατίζει ἅπαν.
Αὐτὸς Αὐτοῦ ἐν Τούτῳ.

Ἡμεῖς ὡς ἐπλανήθημεν, ἡμῶν ὡς ἐξετράπη,
καὶ τοῦ Ἑνὸς ἀμέριστον ἄνευ Αὐτοῦ ἐν σκότει
μερίσαι ἐποθέομεν, φρενῶν οἱ διαρρῆκται.
Ἡμῶν ἡμεῖς οἱ κλῶπες.

Τὸν ζόφον τὸν ἡμέτερον τὸν ὑπὲρ φάος Γνόφον
δεινῶς ὡς ἐταὐτίσαμεν κλαίοντες — φεῦ! — ἐν πλάνῃ
καὶ ἀναζητοῦντες ἔξοδον ἐν τοῦ κτιστοῦ τῷ κύκλῳ.
Ἡμεῖς ἡμῶν τὸ πτῶμα.

Ἐν κατηγορίαις: Ποιήματα
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-25 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-