Ἡρακλείτου Ἐκλογαί

Σίβυλλα μαινομένῳ στόματι

ἀγέλαστα φθεγγόμενη:

Ὁδὸς ἄνω-κάτω

μία καὶ ὡυτή.

Κ ό σ μ ο ν  τόνδε,

τὸν αὐτὸν ἁπάντων,

οὔτε τὶς θεῶν,

οὔτε τὶς ἀνθρώπων

ἐποίησεν,

ἀλλ’ ἦν ἀεί

καὶ ἔστιν

καὶ ἔσται:

πὺρ ἀείζωον·

ἀπτόμενον μέτρα –

ἀποσβεννύμενον μέτρα. 

Ἥλιος οὐχ ὑπερβήσεται μέτρα·

εἰ δὲ μή, Ἐρινύες μιν Δίκης

ἐπίκουροι ἐξευρήσουσιν.

Α ἰ ὼ ν  παῖς

ἐστὶ παίζων,

πεσσεύων·

παιδός ἡ βασιλήιη.

Ἁρμονίη ἀφανής,

φανερῆς κρείττων.

Τὰ δὲ πάντα

οἰακίζει κεραυνός.

Ξυνόν ἀρχὴ καὶ πέρας

ἐπὶ κύκλου.

Ἐν κατηγορίαις: Παραθέματα Ποιήματα Φιλοσοφία
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-24 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-