Τίς ὁ ἰδὼν τὴν ἄκραν τῆς κτίσεως;
Τίς ὁ κατοπτεύσας τὸ ἐλάχιστον
ἐν προσκρούσεσι σταγόνων ἐπʹ ἔδάφους;
Τίς ὁ θαυμάσας πάσης σταγόνος
τὴν ἀρχὴν ἐν νεφέλαις;
Τίς ὁ ἐκμετρήσας νεφέλας
τῶν λογισμῶν ἐν δυστυχίᾳ;
Τίς ὁ ἀντισχὸν τὸ βάθος
ἐν τῇ αὑτοῦ καρδίᾳ;
Καὶ πόσοι οἱ ἰδόντες
τὸ αἷμα καρδίας αὑτῶν,
τὸ ῥέον ἐν πολέμῳ;
Καὶ πόσοι τοῦ αἵματος ῥοῇ
ἠκολούθησαν ἐν θρήνῳ πρὸς κοιμητήριον
πάντα χάλικα ἐπὶ τρίβου νοτίζοντες
μεθʹ ἁλμυρῶν δακρύων;
Ἰώβειος ἐποπτεία
Στὶς κατηγορίες: Ποιήματα
Μου αρέσει! Κοινοποιήστε