[Ἐκ τῆς Καταβάσεως.]
Βλέπει φονεῖς καὶ τυράννους εἰς ὅμματα ’νὰ τὸν προσέχουν·
πῦρ γαλανὸν καὶ λαμπρὸν παρακλήσεως στέλλουν ἀμέσως:
«Φεῦγε, προχώρει, ’δὲν ἦλθε ἡ σειρά σου -εἰσέτι ἐχεις χρόνον.
Ἐκ τῆς μεγάλης ἡμῶν τῆς σπουδῆς ὡς ’νὰ λάβωμεν κράτος,
πλούτη καὶ νῆας καὶ ἀθῴους ἐντὸς ἐπιβάτας εἰς Λήθην
παραδεδώκαμεν πλέοντες πλέον πλησίστιοι μόνοι
στέμμα φορῶντες αἱμάτινον, τοῦ ᾍδου μανδύαν κροκώδην.
Ἐκ τοῦ φρικώδους ἡμῶν πυρετοῦ ’ν’ ἀποκτήσωμεν ὄλβον
πυρκαϊῶν ἐπ’ ἐθνῶν καί λαῶν καί ναῶν των ὁσίων
μένος ἐχέαμεν· ἕδη προγόνων, γυναῖκας καὶ παῖδας
τόπων των ἐξεριζώσαμεν, ἐξεχερσώσαμεν χώρας.
Καὶ τὸ φαρμάκιον «φάρμακον», δι’ ὄχλους «πάνακεια» εἰπώθη·
τοὺς ἰατροὺς τυραννίσκους ἐθέσαμε ὑπὲρ τῶν ἀῤῥώστων·
ῥώμην ἐκλέψαμεν ἤθους καὶ τρόπου πληθῶν ἀπαιδεύτων.
Νέα κακὰ τοῖς ἀνθρώποις ἐφηύρομεν, ἃ ἐν καταβάσει
τῆς Αὐσωνίου παρῆλθον τριῴδου ὁμοιοκαταλήκτου.
ᾌδομεν νῦν φρικωδέστατα νέα ἀτερμόνως ’ν’ ἀκούῃς.
Τῶν ἀστυνόμων θεῶν ἐσυλήσαμεν σκῆπτρον, εἰς ξένου
ἄρχοντος θρόνον καὶ χρῆμα δειλῶς ὡς ἐκλίναμεν γόνυ.
Μοῖραν Σοδόμων Γομόρων – τὸ δεῖγμα πυρὸς αἰωνίου –
σχέδιον ἅπαν ἡμῶν μετὰ λάμψεως ηὗρε ἐν καιρῷ του,
καὶ τῶν ἰστῶν ἰδικῶν τὸ μακάβριον ἔργον ἐκάη.
Τῶν αἰθουσῶν τὰ τοιχία κοσμοῦμεν ἐν ᾍδῃ· ἀράχνας
ἡ ὕβρις κατέστησε ἡμᾶς, καὶ τοὺς οἴκους νεκρῶν ἱστουργοῦμεν.
Ἴδε καὶ πέρασον! Ἴδε καὶ πέρασον, ἥρως, καὶ φεῦγε!»