Αἰνίττου καὶ συσκότιζε καὶ κρυπτικῶς σὺ γράφε
ἅττα στερέωμα καὶ γῆ, θάλασσαι καὶ νεφέλαι,
ἀκαταπαύστως κράζουσι καὶ πανθομολογοῦσι.
Λέγε σιβυλλικὰ πολλὰ καὶ δικαιολογοῦντα
τῶν ἀρνητῶν καὶ τῶν λῃστῶν καὶ τῶν διαστροφέων.
Μηδέποτε, μηδέποτε τὸ πρᾶγμα ὁμολόγει!
Τότε βραβεῖα λήψῃ σύ, τιμὰς καὶ ἐξουσίαν·
ἀλλʹ ἀπολέσεις τὴν πνοὴν καὶ ῥυθμιστὴν ποδῶν σου –
τότε τί δώσεις, ἄνθρωπε, ἀντάλλαγμά γε ταύτης;
Ὁδηγίαι πρὸς ναυαγήσοντας
Ἐν κατηγορίαις: Χωρίς κατηγορία
Ἀρέσκει μοι! Κοινοποιήσατε