Οὐκ ἐνσκήπτει εἰς χώραν καὶ τόπον ἰδιαίτερον ἡ κακοδαιμονία οὐδὲ γνωρίζει ἐποχὴν μίαν, παρὰ ταῦτα ἐν χρόνῳ καὶ χώρῳ ἐκδιπλοῦται: Ἄρχονται οἱ ἄνθρωποι πάντα πλησίον τοῦ ῥιζικοῦ, ἀλλ’ ἐνίοτε ἀναλαμβάνουσι μοιραίως τὸ μεριστικὸν αὐτῶν ἔργον ὡσεὶ φύλλα ἐπὶ Δένδρου· ἀποκόπτονται πηγῆς, κινοῦνται εἰς περιθώριον Ὑπάρξεως, ἕως ὅτου καταλήξωσιν ἐκτὸς Αὐτῆς. Βασανίζονται γενεαὶ ἐπὶ γενεῶν καί, ὅταν πλέον εὐλογηθῶσι κατὰ τὸ ἀπολεσθέν, ὀνομάζουσιν αὐτὸ «νέον» καὶ πάλιν ἀναλαμβάνουσι τὸν μερισμόν, πάλιν ἐφευρίσκουσιν ὀνομασίας ὡς τμῆσαι τὸν ἄρτον τοῦ βίου, πάλιν φαντασιάζονται «πρόοδον» καὶ «πρωτοπορίαν», καίτοι ὑβριστικῶς ὀπισθοδρομοῦσιν ἐντὸς στιγμῆς, τοῦτ’ ἔστιν τῆς ἀμεροῦς κατοικίας τῶν μεριζόντων.
Φαῦλος κύκλος
Ἐν κατηγορίαις: Στοχασμοί
Ἀρέσκει μοι! Κοινοποιήσατε