Ὁ λόφος Φινοπούλου

Αἰῶραι, θέρους δειλινά, ἐδέσματα τοῦ τότε
(παίγνια παιδιότητος καὶ παίγνια θανάτου),
ἵδρως, κρυπτὸν καὶ ἡ χελὼν ἐς ἄκραν τῆς κλειτύος
(τῶν ὄντων τότε ἄβυσσος καὶ ἄβυσσος εἰκόνων),
πρῶτον τροχάδην πτώσεων, ἥλιος Πειραιέως
(ὁ δύνων ἄλλης ἐποχῆς -δύνων ὁμοῦ καὶ ὁ ἕρως),
διαφυγαὶ ἐκ πόλεως, ἀλλ’ ἐν τῇ πόλει πάντα·
καὶ ἡ πόλις πλέον ἄπολις, τὸ ἄστυ κυματίσκος
ἀπογαλανωθὲν τὸ νῦν ἐν πόντῳ πλέον μνήμης·
καὶ μνήμης νοῦς ὡς ἔκνοος ὑπέρνοα αἰτεῖται.

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Ποιήματα

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
15/06/2024· β' ἐπεξεργασία: 26/09/2024.
Ἀρέσκει μοι!     Κοινοποιήσατε
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-25 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-