Ἡ Βαηφῶρος

[Κείμενο: 28η κριτικὴ ἔκδοση τῆς Καινῆς Διαθήκης ἀπ’ τοὺς Nestle-Aland (Novum Testamentum Greace, herausgegeben von Barbara Aland u.a., Deutsche Bibelgesellschaft, Stuttgart, 2012). Ἡ στίξη ἔχει ἀλλαχθῆ, ὥστε νὰ διευκολυνθῇ ἡ κατανόηση· γιὰ τὸν ἴδιο λόγο κ’ οἱ, ἐντὸς ἀγκυλῶν, σημειώσεις. Ἡ κατακλείδα, σκέψη προσωπική.]

 

Λέγω ὑμῖν,

ἐὰν οὗτοι σιωπήσουσιν,

οἱ λίθοι κράξουσιν.

 

Κατὰ Ματθαῖον ΚΑ΄ 1-11:

Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγή εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς: «Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Και ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει.» Εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.

Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος:

Εἴπατε τῇ θυγατρὶ Σιών·

ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι

πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον

καὶ ἐπὶ πῶλον

υἱὸν ὑποζυγίου.

[Ἀναφορά: Ζαχαρίας Θ΄ 9.]

Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες, καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.

Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες: 

Ὡσαννά τῷ υἱῷ Δαυίδ!

Eὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου!

Ὡσαννά ἐν τοῖς ὑψίστοις!

Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα: «Τίς ἐστιν οὗτος;!» Οἱ δὲ ὄχλοι ἔλεγον: «Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.»

 

Κατὰ Λουκᾶν ΙΘ΄ 28-40:

Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.

Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων: «Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ: Διὰ τί λύετε;, οὕτως ἐρεῖτε: Ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.»

Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. Λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς: «Τί λύετε τὸν πῶλον;» Οἱ δὲ εἶπαν: «Ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. Πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 

Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες: 

Εὐλογημένος ὁ ἐρχόμενος, 

ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου! 

Ἐν οὐρανῷ εἰρήνη 

καὶ δόξα ἐν ὑψίστοις!

Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν: «Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.» Καὶ ἀποκριθεὶς εἶπεν: «Λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.»

 

Κατὰ Ἰωάννην ΙΒ΄ 12-16:

Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον:

Ὡσαννά!

Εὐλογημένος ὁ ἐρχόμενος

ἐν ὀνόματι κυρίου! – 

ὁ βασιλεὺς τοῦ Ἰσραήλ!

Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον:

Μή φοβοῦ,

θυγάτηρ Σιών· 

ἰδού ὁ βασιλεύς σου ἔρχεται,

καθήμενος ἐπὶ πῶλον ὄνου.

[Ἀναφορά: Ζαχαρίας Θ΄ 9.]

Tαῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.


[Κ’ οἱ πέτρες κράξαν δυνατά

πολλές φορές στὸ μέλλον:

Ἀντήχησαν ἀπὸ ἀθώων αἷμα!

Καὶ τὸ γαϊδουράκι, ὅπως

κι ὁλάκερ' ἡ γενιά του, ἔκανε

κ’ ἐκεῖνο νὰ φωνάξῃ· ὅμως,..

πῶς ν’ ἀκουστῇ τὸ καψερό,

σὰν κύλαγε ὁρμητικά

ὁ κόκκινος καταρράχτης;!.]


Σάββατο τοῦ Λαζάρου.

βηφώρος-παλέρμο-διέλευση

[Ἡ Βαηφῶρος. Καπέλλα Παλατίνα. Παλέρμο. 1150.]

Στὶς κατηγορίες: Παραθέματα Ποιήματα
Μου αρέσει!     Κοινοποιήστε

Οἱ ἀναρτήσεις τῆς Διέλευσης στοιχειοθετημένες
ἐκδίδονται διμηνιαῖα στὶς Ἐκδόσεις τῶν Διορθώσεων.

Διαβάστε τὰ ἤδη ἐκδοθέντα τεύχη:

τ. 1   τ. 2   τ. 3   τ. 4   τ. 5   τ. 6   τ. 7   τ. 8   τ. 9  

ΕΡΓΟΓΡΑΦΙΑ

ΕΓΓΡΑΦΗΤΕ ΣΤΙΣ ΕΒΔΟΜΑΔΙΑΙΕΣ ΕΙΔΟΠΟΙΗΣΕΙΣ

Διέλευση: Προσωπικὸ ἱστολόγιο τοῦ Θεοδόση Ἀγγ. Παπαδημητρόπουλου
© 2015 Θεοδόσης Παπαδημητρόπουλος Συνεργάτης τοῦ περιοδικοῦ Διορθώσεις
-