Ἐπερωτήσεις

Ποῦ ὁδηγεῖται πᾶς τις ζῶν καὶ πῶς τις ἀπολήξει;
Ἐν μοναξίᾳ πόλεων; Ἐν τόπου ἀξενίᾳ;
Ἐπὶ ὀρέων ὑψηλῶν; Ὑπὸ θαλάσσης ὕδωρ;
Ποῦ ὁδηγεῖται τις καὶ ποῦ αὐτὸς νυμφαγωγεῖται;
Καὶ ποία ἡ μονὴ αὐτοῦ ἡ ἤδη δεδμημένη;
Καὶ πῶς τὸ φῶς καὶ πῶς φωνὴ καὶ πῶς τὸ πᾶν ἐκεῖσε;
Ἀκούσεται νοήσει τε, ὀφθήσεται τὸ πρᾶγμα;
Καὶ ποῖα ὦτα καὶ ὀφθαλμοὶ καὶ χεῖρες τε καὶ ῥίνες;
Ποῦ ὁδηγεῖται πᾶς τις ζῶν, καὶ τίς τὴν κλῆσιν πέμπει;

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
ιγ' Ἰουλ. ,ΒΚΕ΄
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-