Τὸν Ἆπιν τὸν ταυρόμορφον ἐπʹ ἐρημίας ἄμμῳ
ἐχώννυσαν ἐγείροντες τὸ εἴδωλον τοῦ πόθου·
Ἴακχον προσεκύνησαν, ἤγουν αὐτὸν τὸν ᾍδην,
ζωήν γε ἀναμένοντες θανάτῳ ἀπαντῶντες.
Καὶ ἀνηρωτοῦντο βοερῶς τί τὸ κακὸν τοῦ τρόπου
καὶ τί τὸ σῦρον εἰς κρημνὸν τὸ πλήρωμα τοῦ γένους.
Τότʹ ἔκραξε ψευδόμαντις, ὁ δόλιος ἀγύρτης:
Λειψὸν χρυσοῦν ἐχέατε, καὶ ταῦρος ἐξεμάνη.
Κομίσατε ἰχῶρα νῦν σφακτῶν ὑμῶν παιδίων,
ἵνʹ ἅπαν σφραγισθῇ στερρῶς καὶ πάντες λυτρωθῆτε.
Καὶ τὰ τεκνία ἔσφαξαν ῥαντίζοντες τὸν μόσχον,
ἀλλὰ τῆς πτώσεως ὁρμὴ οὐδόλως ἀνετράπη·
καὶ ἔπιπτον καὶ ἔπιπτον εἰς τὴν ἀνυπαρξίαν
καὶ ἐν τῇ πτώσει εἴδωλα αὐτοὶ ἐζήτουν νέα
ἀδιαπτώτως λέγοντες: Εὑρήσομεν ἐν κτίσει
ζωῆς τὸ μέγα μυστικὸν καὶ παύσομεν τὴν πτῶσιν.
Ὅμως ἡ πτῶσις ἔμμονος καὶ θεατὴς ἡ κτίσις.
