Δέδοικέ γε κατάγειος σφοδρὰν φωνὴν ἀκούων.
Ε᾽σείσθησαν τὰ πέρατα τῶν κάτω καὶ ἐγκάτων.
Υ῾ψώθη γόος τῶν φρουρῶν καὶ τῶν τοιχίων κρότος.
Ρ῾ανὶς ἱδρῶτος ἔσταξεν ἀπὸ μετώπου κήτους.
O῾ ζόφος ἐλεπτύνθη πως, καὶ Φῶς ἐφάνη Κάλλους.
Εἶδε τὴν λείαν ὁ Πλουτεὺς πλουτοταφῶς κειμένην.
Ξένον αὐτῷ τὸ αἴσθημα τῆς πλήρους ἀπωλείας.
Ὠήσθη ἁρπαγὴν ἑνὸς προοίμιον ἁπάντων.
