Ψιχίον τι τῆς γνώσεως — τῆς δὴ νομιζομένης —
ἀντ’ ἄρτου γε τῆς πίστεως — τοῖς ὑπὲρ νοῦν καὶ φύσιν —
ἐκλέγουσι καὶ λέγουσιν ὄντας αὑτοὺς ὀλβίους·
ψιχίον, ὦ φιλαίτατοι, ὑμῖν πῶς ἀποχρήσει
τὰ ἐν τῷ βίῳ ὄρεα δοκίμως μεθιστάναι;
Τοιαῦτα δέονται πυγμῆς, ἀναπνοῆς καὶ ῥώμης·
ἀσίτητοι, ὡς ἀληθῶς, φύσει γ’ ἀποθανεῖτε.
