Οὐκ ἠδύνατο οὗτος ἐκφράσαι λύπην αὑτοῦ, ὅτ’ ἦν αὕτη βαθυτάτη καὶ ἀνομολόγητος οὐχὶ ἀνεπαρκοῦς βουλήσεως ἢ ἀστόχου διατυπώσεως ἕνεκεν· αὐτὴ αὕτη ἡ γλῶσσα οὐ παρεῖχε αὐτῷ ὄργανον ἐκφράσεως.
Λέξεις ἀνεπαρκεῖς ἀνήρχοντο ἄκαμπται κλαγγαὶ εἰς διάνοιαν αὐτοῦ -ἦχοι καὶ ἔννοιαι ἀκατάλληλοι δι’ αἴσθησιν λεπτοφυῆ ἣ διακατεῖχέ τε καὶ ἐδυνάστευεν αὐτόν.
Αἴφνης ἐλογίσατο ἀρχαίαν ῥῆσιν ἐπιστημονικοῦ αὑτοῦ προπάτορος καὶ συγγεωμέτρου Μιλησίου: Τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ τύχῃ: πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον· εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή· τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος. Καίτοι εἶχεν ὁ αὐτὸς τὰ τρία κατονομαζόμενα ὑπὸ σοφοῦ ἀγαθὰ μοίρας καὶ ἐγεωμέτρει ὁμοίως ἀρχαίῳ, κενὸν δυσαναπλήρωτον παρέμενε καὶ κρημνῶδες ἐν καρδίᾳ.
Ἐμιμνήσκετο πορείας αὑτοῦ ἕως τοῦδε. Ἔλεγον πολλοὶ ἐκ παιδιότητος αὐτῷ: «Μάθε πειθαρχεῖν!» καὶ ἔμαθε· «Μάθε ἐντέλλειν!» καὶ ἔμαθεν.
Ἕως ὅτου ἐγεωμέτρησε ψυχὴν αὑτοῦ:
Πᾶσα ἕλξις καθίστατο κύκλος·
πᾶν πένθος εὐθεῖα ἐπ’ ἄπειρον ἐκτεινομένη·
ἐπὶ πάσης τεθλασμένης κατέτρωγεν αὐτὸν δυσθεώρητον ἄλγος.
Χαώδης διαπίστωσις ἐξυφάνη εἰς ἀκρώρειαν νοήσεως:
Ἀγάπη ἐστιν ἧς μέρος οὐθέν.
Ἐδάκρυσεν· ἦν αὐτὸς εὐσυγκίνητος.
Ἐμνήσθη ἑτέρων.
Ἔκλαυσε καί, ὡς ἥρπαξε κρυσταλλωθὲν αὑτοῦ δάκρυον, διέγνω φρικτὴν ἀλήθειαν:
Δάκρυον ἦν συμμετρικόν,
σχήματος κανονικοῦ,
ἰδιαζούσης εὐμορφίας.
Καὶ τοῦτο ἔκρυπτε
ψιχίον ψυχῆς αὐτοῦ.
