ΜΑΝικὸς ΜΑΞιμιλιανός

Ὁ ἡγέτης τῆς ἐρήμου,
τῆς ἐρήμου ὁ ἱππεύς·
ὁ πολίτης ἀμμοβάτης,
διαβάτης τῶν θινῶν·
ὁ κατάδικος θανάτου
μετὰ θάνατον κρατῶν·
ὁ ἐπίλοιπος ἀνθρώπων,
τοῖς ἀνθρώποις ὁ φρουρός·
τῆς καταστροφῆς τὸ δέος,
καὶ τοῦ δέους ἡ κλαγγή·
τοὔνομα Ἀρμαγεδῶνος,
στρατευμάτων συλλογή·
τάρβος τῶν λησμονησάντων
τοῦ σημείου Οὐρανοῖς.

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
ιζ΄ Νοεμ. ,ΒΚΕ΄
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-