Τὸ πέρα τῆς συλλογῆς

Στιγμὰς πικρὰς συνέλεγον ὡς διαφυγεῖν τὸν χρόνον·
ἦσαν σταγόνες στεναγμῶν καὶ ῥεύματα βασάνων·
ἔρρεον αὗται εἰς παρειάς, κατέκλυζον τὰς φρένας·
ἔσταζον φοίνιαι εἰς γῆν, ἐπότιζον τοὺς σπόρους·
ἐσκεύαζον τὰ μέλλοντα, ἔτασσον γεγονότα·
ἐπλάτυνον ἀναπνοήν, ἀνέτεμνον τὰ πάθη·
καὶ νῦν ἡ κλῖμαξ τῶν στιγμῶν αἴφνης περετυλίχθη,
καὶ νῦν ἡ ῥεῦσις τῶν δεινῶν αἴφνης ἐκρυσταλλώθη,
καὶ νῦν, ὡς καὶ ἀεί, αὐταὶ διέρρηξαν τὸν χρόνον
καὶ πέρα χρόνου δείκνυσι καὶ πέρα τῶν στιγμῶν μου.

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
κα΄ Νοεμ. ,ΒΚΕ΄
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-