Βένθε’ ἅπαντ’ ἐδάης τὰ πνεύματος, ὅσσα τ’ ἔασιν
Ἅπαντα πνεύματος ἐδιδάχθης τὰ βάθη, προσέτι τὰ τόσα
τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης…
ἐκ τῆς γηίνης σοφίας· πνοῆς ὡσὰν ᾖ ἱερὸν σύ…
Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ’ Ἀθῆναι,
Ὦ οἱ διάλογοι, ὁ δόμος κοινὸς τῆς φιλίας, Ἀθῆναι,
ὦ θείου βιότου τηλόθε συνθεσίαι,
ὦ αἱ συνθέσεις τοῦ θείου μακρόθεν τοῦ βίου,
ἵστε τόδ’, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν,
γνῶτέ γε τόδε: Βασίλειος εἰς οὐρανόν, ὡς ἐπόθει,
Γρηγόριος δ’ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.
καίτοι Γρηγόριος φέρων τὰ χείλη κλειστὰ ἐπὶ γαίας.
[Σύνθεσις ἀποσπασμάτων: Anthologia graeca, Griechisch-Deutsch, ed. Hermann Beckby, 2. verbesserte Auflage, Tusculum, Ernst Heimeran, München, 1957, τ. ΙΙ, σελ. 452, 10· 8.]
