Ἀπαράσκευος

Ὁ μήτε θέσιν οἰόμενος αὑτοῦ μετατιθέναι,
ὁ μήτε χαιρετισμὸν αὑτοῦ ἐτάζων μεταβάλλειν,
ὁ μήτε βλέμμα στρέφεσθαι δυνάμενος ἐκ ζόφου,
ὁ μήτʹ ὠτὸς τὴν εἴσοδον ἐθέλων περιφράσσειν,
ὁ μήτε χεῖρʹ ἀπαίρεσθαι βουλόμενος ἐκ βίας,
ὁ μηδὲ τὴν ἀναπνοὴν ἐν ταῖς φρεσὶν ῥυθμίζων
μηδὲ καρδίαν ἔσωθεν ἐπιχειρῶν καθᾶραι,
πῶς οὖν μεταλλοιώσω νοῦν εἰς θέαν ἀοράτων,
αὐτῷ τῶν μόνων ἀρωγῶν ἐν ὁρατοῖς ἰσχῦσαι;

Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
ιγ΄ Σεπ. ,ΒΚϚ΄
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-