Ἄνω ποταμῶν

«Ἱστοριστικῶς» δεῖ νέωτερον δι’ ἀρχαιοτέρου ἐξηγήσασθαι κοὐχὶ τἀντίστροφον, ὅτι ἐν ἀρχαιοτέρου ἐποχῇ οὐκ ἔστι τὸ τοῦ νεωτέρου καταπίστευμα. Συμπτίπτει οὖν ἀπαρεγκλήτως τὸ «ἱστοριστικὸν» τῷ ὄντως ἱστορικῷ; Ἰσοδυνάμως: Ἐν Ἱστορίᾳ ἐπενεργεῖ μόνον αἴτιον ἀρχικόν; Οὐκ ἔστι καὶ αἴτιον τελικόν, ἐν ᾧ ἅπαν προγενέστερον κατ’ οἰκείαν τάξιν ἀποκαλύπτεται; Εἰ ἰσχυρὰ ἡ τελεολογία, τόθ’ ἑρμηνεία κειμένου τινὸς ἀνέφικτος μόνον προγενεστέροις ἢ σχετικῶς συγχρόνοις· δεῖ φιλέρευνόν τε καὶ φιλαλήθη ἄνω ποταμῶν χωρῆσαι!

Ἐν κατηγορίαις: Πεζά
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
ιε΄ Ἰουν. ,ΒΚΕ΄
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-