Ἰώβειος ἐποπτεία

Τίς ὁ ἰδὼν τὴν τῆς κτίσεως ἄκραν;
Τίς ὁ τοὐλάχιστον κατοπτεύσας
ἐν σταγόνων προσκρούσεσιν;
Τίς ὁ πᾶσαν σταγόνα θαυμάσας
ἐξ ἀρχῆς ἐν νεφέλαις;
Τίς ὁ νεφέλας ἐκμετρήσας
τῶν λογισμῶν ἐν δυστυχίᾳ;
Τίς ὁ τῷ βάθει ἀντισχὼν
ἐν τῇ αὑτοῦ καρδίᾳ;
Πόσοι δ’ οἱ ἰδόντες
τὸ αἷμα καρδίας αὑτῶν
τὸ τῶν ἀνθρώπων χάριν καὶ ἕνεκα ῥέον;
Πόσοι τῇ τοῦ αἵματος ῥοῇ
θρηνοῦντες ἠκολούθησαν εἰς κοιμητήριον
πάντα χάλικα ἐπὶ τρίβῳ νοτίζοντες
ἁλμυροῖς αὑτῶν δακρύοις;
Πόσοις Σοφίᾳ παρίστατο
τὸ λεπτότατον δὴ
ἰδεῖν καὶ νοῆσαι
ἐν Πνεύματι;
Μακάριοι οὗτοι
οἱ πρῶτον ἐξ ἰδίου πτωχεύσαντες
ὑπομονὴν ἀσκοῦντες!

Ἐν κατηγορίαις: Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
ιη΄ Ὀκτ. ,ΒΚΓ΄· β΄ ἐπεξεργασία: ιζ΄ Σεπτ. ,ΒΚΔ΄· γ΄: Ϛ΄ Μαΐ. ,ΒΚϚ΄.
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-