Ὑπ’ ἀγαθοῦ κλοπέως

Τὴν θέμιν ἐν ταῖς πόλεσι, καὶ τρεῖς αὐτῆς τὰς κόρας
(τῶν νόμων τὸ εὐσύστατον, ἡ εὐνομία πρώτη,
εἶτα τῶν νόμων ἁρμογή, ἡ δίκη τοῖς ἀνθρώποις,
τρίτον τὸ τέλος ἐξ ἀμφοῖν, εἰρήνη ἡ καλλίστη)
δεινῶς ἀνερευνῶσι νῦν, ἵν’ εὑρεθῶσι τρόποι
τοῦ γείτονος τῷ γείτονι, τοῦ τέκνου τοῖς γονεῦσιν,
ἀλλήλοις τοῖς τῶν φίλων τε καὶ τῶν ἐχθρῶν ὁμοίως,
μερόπων τοῖς τε κτήνεσι καὶ μηχαναῖς ἀθύμοις,
τῶν μηχανῶν αὐτῶν τανῦν τοῖς εὑρεταῖς ἀνθρώποις…
Ἅπαντα ταῦτα τὸ μηδὲν ἐπὶ μηδὲν ἀπείρως!
Οὐκ ἔστι θέμις ἠθικῶν ἡ σῴζουσα ἐξ ᾍδου·
κλοπεὺς Υἱὸς τοῦ Δωρητοῦ κατῆλθε καὶ ἀνῆλθε,
ποικιλομήτης ἄφατος τὸν πονηρὸν ἐκδήσας,
τὸν Πλούτωνα παμπένητα ἀρρήτως καταστήσας,
τὸν ἄνθρωπον τῆς πτώσεως εἰς οὐρανοὺς ὑψώσας.
Ἦσαν αὐτὰ τὰ δίκαια, τὰ θεμιτὰ τῶν νόμων;
Δύναται ἱστορεῖν σοφὸς καὶ πόλις ἐγκολπῶσαι
τὴν πλάνην εἰς ἀνάστασιν ὑπ’ ἀγαθοῦ κλοπέως;


Ἐν κατηγορίαις: Δεκαπεντασύλλαβοι Στιχουργήματα
Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος
Προσωπικὸν ἱστολόγιον τοῦ Θεοδοσίου Ἀγγ. Παπαδημητροπούλου
© 2015-26 Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος Ἐκδόσεις ΘΑΠ
-