Προσευχή, Οἱ Ψαλμοὶ τῆς Μεγάλης Παρασκευῆς

Ο θεός, ὁ θεός μου!
Δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ
καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ!
Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου,
ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.

Ψαλμοὶ Ε΄

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,
σύνες τῆς κραυγῆς μου·
πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,
ὁ βασιλεύς μου καὶ ὁ θεός μου.
ὅτι πρὸς σὲ προσεύξομαι, κύριε·
τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου,
τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ,
οὐδὲ παροικήσει σοι πονηρευόμενος·
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου,
ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος·
ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος.
Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου,
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου,
κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια,
ἡ καρδία αὐτῶν ματαία·
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
Κρῖνον αὐτούς, ὁ θεός·
ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν·
κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς,
ὅτι παρεπίκρανάν σε, κύριε.
Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ·
εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς,
καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
Ὅτι σὺ εὐλογήσεις δίκαιον·
κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Ψαλμοὶ Β΄

῞Ινα τί ἐφρύαξαν ἔθνη
καὶ λαοὶ ἐμελέτησαν κενά;..
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ

διάψαλμα:
Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν
καὶ ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,
καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ
καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ
ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ
διαγγέλλων τὸ πρόσταγμα κυρίου.
Κύριος εἶπεν πρός με: Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου
καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·
ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.
Καὶ νῦν, βασιλεῖς, σύνετε!
Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν!
Δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ
καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ!
Δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος
καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας!
Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ,
μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ.

Ψαλμοὶ ΚΑ΄

Ο θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με;
Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Ὁ θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,
καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
Σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ.
Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν,
ἤλπισαν, καὶ ἐρρύσω αὐτούς·
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν,
ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,
ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ.
Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με,
ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν
Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν·
σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.
Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός,
ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·
ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας,
ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ.
Μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς,
ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
Περιεκύκλωσάν με μόσχοι πολλοί,
ταῦροι πίονες περιέσχον με·
ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν
ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.
Ὡσεὶ ὕδωρ ἐξεχύθην,
καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου,
ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·
ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου,
καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου,
καὶ εἰς χοῦν θανάτου κατήγαγές με.
Ὅτι ἐκύκλωσάν με κύνες πολλοί,
συναγωγὴ πονηρευομένων περιέσχον με,
ὤρυξαν χεῖράς μου καὶ πόδας.
Ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου,
αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου,
εἰς τὴν ἀντίλημψίν μου πρόσχες.
Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου
καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·
σῶσόν με ἐκ στόματος λέοντος
καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε!
Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν,
ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν,
φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ,
ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ
οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ
καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου.
Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ,
τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
Φάγονται πένητες καὶ ἐμπλησθήσονται,
καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν·
ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον
πάντα τὰ πέρατα τῆς γῆς
καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
ὅτι τοῦ κυρίου ἡ βασιλεία,
καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,
ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν.
καὶ ἡ ψυχή μου αὐτῷ ζῇ,
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ·
ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη,
καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ
λαῷ τῷ τεχθησομένῳ, ὅτι ἐποίησεν ὁ κύριος.

Ψαλμοὶ ΛΔ΄

Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με,
πολέμησον τοὺς πολεμοῦντάς με.
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου,
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με·
εἰπὸν τῇ ψυχῇ μου: Σωτηρία σου ἐγώ εἰμι!
Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου,
ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω
καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,
καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς·
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,
καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς·
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν,
μάτην ὠνείδισαν τὴν ψυχήν μου.
Ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν,
καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς,
καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ,
τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ·
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι;
Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ
καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με·
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν
καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον
καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου,
καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν·
ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.
Καὶ κατ᾽ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν,
συνήχθησαν ἐπ᾽ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων,
διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν,
ἔβρυξαν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
Κύριε, πότε ἐπόψῃ;
Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,
ἀπὸ λεόντων τὴν μονογενῆ μου.
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ,
ἐν λαῷ βαρεῖ αἰνέσω σε.
Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως,
οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν
καὶ ἐπ᾽ ὀργὴν δόλους διελογίζοντο
καὶ ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν,
εἶπαν: Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν!
Εἶδες, κύριε, μὴ παρασιωπήσῃς,
κύριε, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ·
ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου,
ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου.
Κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ θεός μου,
καὶ μὴ ἐπιχαρείησάν μοι·
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν·
μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.
Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου,
ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ᾽ ἐμέ.
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου
καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος,
οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου,
ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

Ψαλμοὶ ΡΗ΄

῾Ο θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη,
ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ
καὶ λόγοις μίσους ἐκύκλωσάν με
καὶ ἐπολέμησάν με δωρεάν.
Ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με,
ἐγὼ δὲ προσευχόμην·
Καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν
καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
Κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν,
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος,
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ
καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν,
ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
Ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ,
διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ,
μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν,
ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου,
καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός,
καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος
καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
Καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ·
καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ.
Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον,
καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ
καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται,
καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται.
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου
καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
Καὶ σύ, κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου,
ὅτι χρηστὸν τὸ ἔλεός σου.
Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι,
καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην,
ἐξετινάχθην ὡσεὶ ἀκρίδες.
Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας,
καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον.
Καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·
εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
Βοήθησόν μοι, κύριε ὁ θεός μου,
σῶσόν με κατὰ τὸ ἔλεός σου,
Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη
καὶ σύ, κύριε, ἐποίησας αὐτήν.
Καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·
οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν,
ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν
καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν.
Ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου
καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
ὅτι παρέστη ἐκ δεξιῶν πένητος
τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

Ψαλμοὶ Ν΄

᾿Ελέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην·
ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει.
Ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ψαλμοὶ ΝΓ΄

Ο θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με
καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
Ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ,
καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου·
οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν.
Ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι,
καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.
Ἐκουσίως θύσω σοι,
ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν·
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με,
καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

Ψαλμοὶ ΡΚΘ΄

Εξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ,
ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως,
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.
Φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με,
οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι
καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου,
ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι.
Εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ·
ἐνώτισαι, κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.
κύριε κύριε δύναμις τῆς σωτηρίας μου,
ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
Μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ·
διελογίσαντο κατ᾽ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν.
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν,
κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
Πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες,
ἐν πυρὶ καταβαλεῖς αὐτούς,
ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.
Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς,
ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
Ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ
καὶ τὴν δίκην τῶν πενήτων.
Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,
καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

Ψαλμοὶ Ϟ΄

Ο κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου
ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Ἐρεῖ τῷ κυρίῳ ᾿Αντιλήμπτωρ μου εἶ καὶ καταφυγή μου,
ὁ θεός μου, ἐλπιῶ ἐπ᾽ αὐτόν,
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν
καὶ ἀπὸ λόγου ταραχώδους.
Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,
καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·
ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,
ἀπὸ βέλους πετομένου ἡμέρας,
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει,
ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς
καὶ μυριὰς ἐκ δεξιῶν σου,
πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις
καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
Ὅτι σύ, κύριε, ἡ ἐλπίς μου·
τὸν ὕψιστον ἔθου καταφυγήν σου.
Οὐ προσελεύσεται πρὸς σὲ κακά,
καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
ἐπὶ χειρῶν ἀροῦσίν σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·
ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ
καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν·
σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
Ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ,
μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει
καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν
καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Ψαλμοὶ ΞΗ΄

Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες.
Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν,
ἀποστραφείησαν εἰς τὰ ὀπίσω
καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά,
ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε.
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε,
καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός,
οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι.
βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.

Ψαλμοὶ ΠΕ΄

Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου,
ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι·
σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
Ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου,
ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου.
Ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς
καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
Ἐνώτισαι, κύριε, τὴν προσευχήν μου
καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε,
καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν
καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε,
καὶ δοξάσουσιν τὸ ὄνομά σου,
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια,
σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.
Ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου,
καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου·
εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
Ἐξομολογήσομαί σοι, κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου
καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ
καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
Ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ,
καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου
καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
Καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων,
μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με,
δὸς τὸ κράτος σου τῷ παιδί σου
καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν,
καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν,
ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

[Φίλοι, ἀδιάφοροι καὶ ἐχθροί, πληγαί, παρεξηγήσεις, ἁστοχίαι, σφάλματα. Ἐν φόβῳ δουλοῦμαι ὑπὸ τῶν ἐπιχείρων, ἐν τρόμῳ ἀγαλλιάζω θεωρῶν ἑαυτὸν ζῶντα.]


Σάββατο τοῦ Λαζάρου.

Κυριακὴ τῶν Βαΐων.

Μεγάλη Δευτέρα.

Μεγάλη Τρίτη.

Μεγάλη Τετάρτη.

Μεγάλη Πέμπτη.

Στὶς κατηγορίες: Παραθέματα Ποιήματα Στοχασμοί
Μου αρέσει!     Κοινοποιήστε
-